Ancient Greek · ~5 min
Page 314
Joannes Philoponus Phil., De aeternitate mundi 314
Not analysed yet
ἐστιν αὐτὸ φθεῖρον, εἴπερ μηδέν ἐστιν αὐτῷ κακόν· τί γὰρ ἂν αὐτὸ φθείροι τεταγμένον ἄλλο πλὴν τῆς ἀταξίας καὶ κεκοσμημένον πλὴν τῆς ἀκοσμίας; αὕτη γὰρ τῷ κεκοσμημένῳ καὶ τεταγμένῳ κακόν. εἰ μὲν οὖν ἔστιν τι αὐτῷ κακόν, ἕξει ἀκοσμίαν καὶ ἀταξίαν, εἰς ἣν λυθήσεται. εἰ δὲ μηδέν ἐστιν αὐτῷ κακόν, οὐκ ἔσται μαχομένη τις ἀταξία καὶ ἀκοσμία τῷ τεταγμένῳ καὶ κεκοσμημένῳ, τῷ παντί. εἰ δὲ μὴ ἔχῃ μαχομένην ἀταξίαν καὶ ἀκοσμίαν, οὐδὲ γέγονεν ἐξ ἀκοσμίας τινὸς καὶ ἀταξίας, εἴπερ οὐδὲν αὐτῷ μάχεται τοιοῦτον. τοῦτο δέ, εἰ μηδὲν αὐτῷ κακόν ἐστιν. οὐδὲν ἄρα ἔχει, ἐξ οὗ ἂν γένοιτό τινος. μὴ ὄντος δ', ἐξ οὗ ἂν γένοιτό τινος, οὐδὲ γένοιτο ἄν· δεῖ γὰρ ἔκ τινος γίνεσθαι πᾶν τὸ γινόμενον, ἐκ μηδενὸς <δέ τι> γίνεσθαι ἀδύνατον." Κεφάλαια τῆς λύσεως τοῦ θʹ λόγου. αʹ. Ὅτι οὐ φιλόσοφον οὐδὲ Πλάτωνι δοκοῦν τὸ τῆς ἀληθείας προτιμᾶν Πλάτωνα. βʹ. Ὅτι ἐν πολλοῖς <τῶν> φυσικῶν δογμάτων ὁ Πλάτων τῆς ἀληθείας διήμαρτεν. γʹ. Ὅτι καὶ ἐν ταῖς ἠθικαῖς συμβουλαῖς πολλαχοῦ τῆς ὀρθότητος ἐξέπεσεν. ἐν οἷς ἀπόδειξις, ὅτι τε διαφθείρειν τινὰ τῶν τικτομένων καὶ κοινὰς εἶναι τὰς γυναῖκας νομοθετεῖ. δʹ. Ὅτι οὐ θεολογῶν ἀλλὰ τῇ συνηθείᾳ τῶν ποιητικῶν μύθων ἑπόμενος θεὸν εἶναι τὸν κόσμον ὁ