Ancient Greek
Page 315
Joannes Philoponus Phil., De aeternitate mundi 315
Not analysed yet
Πλάτων εἴρηκεν. ἐν ᾧ, ὡς ὅτι δέει τοῦ δήμου τῶν Ἀθηναίων οὐ τὰ ἑαυτῷ δοκοῦντα ὁ Πλάτων ἔλεγεν. εʹ. Ὅτι ἐξ ὧν αὐτοὶ δεδώκασιν ἡμῖν λημμάτων ἀποδείκνυται, ὡς ἀδύνατον θεὸν εἶναι τὸν κόσμον. ἐν ᾧ, ὅτι οὐκ ἔστιν ἀμετάβλητον τὸ κατὰ τὰ μέρη μεταβάλλον. ϛʹ. Ὅτι καὶ ὁ κόσμος δεκτικός ἐστιν τῆς εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς, ἥτις τοῖς φθειρομένοις τοῦ φθείρεσθαί ἐστιν αἰτία. ζʹ. Ὅτι, εἴπερ δέδεικται, ὡς ἔστιν τι αἴτιον τῆς τοῦ κόσμου φθορᾶς, ἀνάγκη δήπου κατὰ τὰς ὑποθέσεις τοῦ Πρόκλου εἶναί τι καὶ τό, ἐξ οὗ γέγονεν. ηʹ. Ἀπορία, ὅτι οὐδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος ἐνδέχεται γενέσθαι καὶ διὰ τοῦτο καὶ τὸν κόσμον ἀνάγκη ἀγένητον εἶναι. θʹ. Ὅτι οὐκ ἀνάγκη, ὥσπερ τῶν μερικῶν ἕκαστον ὑπὸ τῆς φύσεως γίνεται τὴν ὕλην ἐκ τῶν ὄντων λαμβανούσης, οὕτως καὶ τὸν θεόν, εἴπερ μὴ ὄντα πρότερον τὸν κόσμον πεποίηκεν, ἐκ προϋποκειμένου τινὸς αὐτὸν δεδημιουργηκέναι, τοὐναντίον δὲ ἅπαν ἐκ τοῦ μὴ ὄντος ἅμα τῷ εἴδει αὐτοῦ καὶ τὸ ὑποκείμενον ὑπὸ θεοῦ παράγεσθαι ἀνάγκη. ιʹ. Ὅτι ἢ ἐξομοιοῦντες τὴν τοῦ παντὸς γένεσιν τῇ τῶν μερικῶν γενέσει προϋπάρχειν τοῦ κόσμου τὸ ποιητικὸν αὐτοῦ αἴτιον ἐξ ἀνάγκης συγχωρήσουσιν, ὥσπερ καὶ τῶν μερικῶν προϋπάρχειν τὸ αἴτιον, ἤ, εἴπερ μὴ τὰ αὐτὰ τῇ τοῦ ὅλου γενέσει ἕπεται, ἅπερ καὶ τῇ τῶν μερικῶν γενέσει, τῶν μερικῶν ἐξ ὄντων