Ancient Greek · ~6 min
Page 33
Joannes Philoponus Phil., De aeternitate mundi 33
Not analysed yet
τῆς περὶ τῶν ἰδεῶν ὑποθέσεως ὁ Πρόκλος δυνήσεται, ὡς ὁ κόσμος ἐξ ἀιδίου τῷ οἰκείῳ ὑφέστηκεν παραδείγματι, οὐδ' ὅτι Πλάτων διὰ τὸ τὰς ἰδέας ὑποτίθεσθαι καὶ ἀίδιον εἶναι τὸν κόσμον ᾤετο. ἀρχὴ δὲ ἡμῖν ἔστω τῶν ἐλέγχων ἥδε. γʹ. Τὰς ἰδέας τῶν αἰσθητῶν ἤτοι τὰ παραδείγματα ἢ οὐσίας εἶναι ἀνάγκη ἢ οὐκ οὐσίας. εἰ μὲν οὖν εἶεν οὐσίαι, ὡς Πλάτωνι δοκεῖ—οὐ γὰρ μόνον οὐσίας, ἀλλὰ καὶ πρώτας οὐσίας αὐτὰς εἶναί φησιν· αὐτὸ γὰρ ζῷον καὶ παντελὲς ζῷον καλεῖ τὸ τοῦ κόσμου παράδειγμα καὶ ὄντως ὂν καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον· καὶ ἄλλως· εἰ ἡ τοῦ παραδείγματος εἰκὼν αὐθυπόστατός τέ ἐστιν καὶ οὐσία, πολλῷ μᾶλλον αὐτὸ ἂν εἴη τὸ ἀρχέτυπον οὐσία τε καὶ αὐθυπόστατον—εἰ τοίνυν οὐσίαι εἶεν τὰ εἴδη, δῆλον, ὡς οὐκ ἐν σχέσει τῇ πρὸς <ἄλλο> ἄλλου δεόμενον εἰς ὕπαρξιν τὸ εἶναι ἔχει· αὐθυπόστατον γάρ τι χρῆμα ἡ οὐσία καὶ οὐδενὸς ἄλλου. εἰ οὖν αἱ αἰσθηταὶ οὐσίαι καὶ εἰκόνες ἐκείνων αὐταὶ καθ' αὑτὰς ὑφεστήκασιν οὐκ ἐν σχέσει τῇ πρὸς ἄλλο τὸ εἶναι ἔχουσαι, ἥκιστά γε αἱ πρῶται καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαι ἐν τῇ πρὸς ἄλλο σχέσει τὸ εἶναι ἔχοιεν. εἰ ἄρα οὐσία ἐστὶν τὸ τοῦ κόσμου παράδειγμα, ὥστ' ἂν καθ' αὑτὸ καὶ οὐκ ἐν τῇ πρὸς ἄλλο σχέσει τὸ εἶναι ἔχοι. εἰ δὲ μὴ ἐν τῇ πρὸς ἄλλο σχέσει τὸ εἶναι ἔχῃ, οὐκ ἄρα τοῦτό ἐστιν αὐτῷ τὸ τί ἦν εἶναι τὸ παραδείγματι εἶναι· τὸ γὰρ παράδειγμα