Ancient Greek · ~5 min
Page 321
Joannes Philoponus Phil., De aeternitate mundi 321
Not analysed yet
καὶ τῶν μὲν τὰ ἔκγονα τρέφειν, τῶν δὲ μή, εἰ μέλλει τὸ ποίμνιον ὅτι ἀκρότατον εἶναι· καὶ ταῦτα πάντα γινόμενα λανθάνειν πλὴν αὐτοὺς τοὺς ἄρχοντας ἠδ' αὖ ἡ ἀγέλη τῶν φυλάκων ὅτι μάλιστα ἀστασίαστος ἔσται’. εἰ τῶν μὲν ἀρίστων τὰ ἔκγονα τρέφειν δεῖ, τῶν δὲ ἐναντίων μηκέτι, δηλονότι ἐκτιθέναι αὐτὰ εἰς ἀπώλειαν βούλεται· ἀπόλλυσθαι γὰρ ἀνάγκη τὰ μὴ τρεφόμενα. καὶ μετ' ὀλίγα ἐν τῷ αὐτῷ τῆς πολιτείας πέμπτῳ φησὶν ‘τὰ μὲν δὴ τῶν ἀγαθῶν, δοκῶ, λαβοῦσαι εἰς τὸν σηκὸν οἴσουσιν παρά τινας τροφοὺς χωρὶς οἰκούσας ἔν τινι μέρει τῆς πόλεως· τὰ δὲ τῶν χειρόνων καὶ ἐάν τι τῶν ἑτέρων ἀνάπηρον γένηται ἐν ἀπορρήτῳ τε καὶ ἀδήλῳ κρύψουσιν, ὡς πρέπει, εἴπερ μέλλει καθαρὸν τὸ γένος τῶν φυλάκων ἔσεσθαι’. τί οὖν πάλιν βούλεται τὸ ἐν ἀπορρήτῳ τε καὶ ἀδήλῳ τὰ τῶν φαύλων κατακρύπτεσθαι ἔκγονα καὶ εἴ τι τῶν ἀγαθῶν ἀνάπηρον γένοιτο ἢ τὸ εἰς φθοράν που κατορύττεσθαι; οὐ γὰρ δή γε τρεφόμενά τε καὶ εἰς ἡλικίαν ἀγόμενα τὸν ἀεὶ χρόνον ἐν ἀδήλῳ εἶναι δύνανται. ὅτι δὲ φθείρεσθαι αὐτὰ βούλεται, σαφέστερον μετ' ὀλίγον προϊὼν τὴν οἰκείαν ἐξεκάλυψεν γνώμην· φησὶν γὰρ οὕτως ‘ὅταν δὲ ἤδη, οἶμαι, αἵ τε γυναῖκες καὶ οἱ ἄνδρες τοῦ γεννᾶν ἐκβῶσιν τὴν ἡλικίαν, ἀφήσομέν που ἐλευθέρους αὐτοὺς συγγίνεσθαι, ᾗ ἂν ἐθέλωσιν, πλὴν θυγατρὶ καὶ μητρὶ καὶ ταῖς τῶν θυγατέρων παισὶν καὶ ταῖς ἄνω μητρός, καὶ τὰς γυ-