Ancient Greek · ~5 min
Page 322
Joannes Philoponus Phil., De aeternitate mundi 322
Not analysed yet
ναῖκας αὖ πλὴν υἱεῖ καὶ πατρὶ καὶ τοῖς τούτων εἰς τὸ κάτω καὶ ἐπὶ τὸ ἄνω, καὶ ταῦτά γε ἤδη πάντα διακελευσάμενοι διαπροθυμεῖσθαι μάλιστα μὲν μηδὲ εἰς φῶς ἐκφέρειν κύημα μηδέν, ἐὰν γένηται, ἐὰν δέ τι βιάσηται, οὕτω τιθέναι, ὡς οὐκ οὔσης τροφῆς τῷ τοιούτῳ’. καὶ πῶς οἷόν τέ ἐστιν, ὅπερ ἤδη εἶπον, διαπροθυμεῖσθαι μὴ ἐκφέρειν εἰς φῶς τὰ κυήματα ἢ φθορείοις καὶ τοιαύταις τισὶ μαγγανείαις αὐτὰ ἐν τῇ μήτρᾳ διαφθείροντας; ἐξελθόντων δ' αὖ βίᾳ τῶν κωλυόντων τὸ ‘οὕτω τιθέναι ὡς μὴ τρέφειν’ τί ἄλλο ἐστὶν ἢ παιδοκτόνους παραινεῖν γίνεσθαι; καὶ πόσῳ ἦν εὐσεβέστερον εἴργειν παντελῶς τῆς πρὸς γυναῖκας ὁμιλίας τοὺς οὕτως ἔχοντας ἢ τῇ ἡδονῇ συγχωρήσαντα φθείρειν τοῦ θεοῦ τὸ δημιούργημα· πόσους δὲ καὶ ἐκ φαύλων βελτίστους ὡς ὅτι μάλιστα γενομένους ὁρῶμεν καὶ χείρονας ἐξ ἀγαθῶν καὶ ἐκ γεγηρακότων ἀνδρείους τε καὶ ἀγαθοὺς τὸν τρόπον. ὡς μεγάλα ὁ τῶν ἀνθρώπων βίος ἐκ τῆς ἀρίστης ταύτης πολιτείας ἀπώνατο θηρίων ἁπάντων ἀγριώτερα ἔχειν τὰ ἤθη παιδευόμενος· τί γάρ ἐστιν οὕτως ἄγριον ἐν τῷ παντὶ ζῷον ἢ σμικρόν τε καὶ ἀναλκές, ὃ μὴ ὑπεραποθνῄσκειν τῶν ἰδίων ἐκγόνων ὑπ' αὐτῆς ἀδιδάκτως τῆς φύσεως ἐκπαιδεύεται; ἄκουε γοῦν, ὅπως Ὅμηρος τὸ περὶ τὰ ἔκγονα τῆς φύσεως φιλόστοργον ἐκδιδάσκων ἀνύμνησεν· ‘ὡς δ' ὁπότε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι