Ancient Greek · ~4 min
Page 323
Joannes Philoponus Phil., De aeternitate mundi 323
Not analysed yet
οἰκία ποιήσονται ὁδῷ ἐπὶ παιπαλοέσσῃ, οὐδ' ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων’ καὶ πάλιν ‘ὡς δ' ὄρνις ἀπτῆσιν νεοσσοῖσι προφέρῃσι μάστακ', ἐπεί κε λάβῃσι, κακῶς δέ τέ οἱ πέλει αὐτῇ’. ἆρ' οὖν τὰ μὲν οὕτω σμικρὰ τῶν ζῴων τῇ τῆς φύσεως μᾶλλον δὲ τῇ τοῦ θεοῦ διατάξει πειθόμενα τοῦ ἰδίου ὑπεραποθνῄσκει κυήματος, τὰ δ' ἄγρια καὶ τὸ θηριῶδες ἦθος φυσικῶς ἐνδεικνύμενα ὑπεροπτικῶς περὶ τὰ ἐξ αὑτῶν ὅπως ἂν ἔχῃ τεχθέντα διάκειται; ἢ οὐχὶ πρὸς τοῦ τῶν ἡρώων τὸ περὶ τοὺς ἑταίρους ἐνδειξαμένους φιλόστοργον μάλιστα τούτοις ἀπείκασεν Ὅμηρος; ‘εἱστήκει’, γάρ φησιν, ὁ Αἴας ἐπὶ τῷ Πατρόκλῳ ‘ὥς τίς τε λέων περὶ οἷσι τεκέεσσι, ᾧ ῥά τε νήπι' ἄγοντι συναντήσονται ἐν ὕλῃ ἄνδρες ἐπακτῆρες· ὁ δέ τε σθένεϊ βλεμεαίνει, πᾶν δέ τ' ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων· ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωι βεβήκει’. πῶς οὖν οὐκ ἄτοπος ὁ νόμος παντελῶς ὁ τὴν τοιαύτην τῆς φύσεως ἡμῶν ἡμερότητα καὶ λεαίνης