Ancient Greek · ~6 min
Page 324
Joannes Philoponus Phil., De aeternitate mundi 324
Not analysed yet
μετασκευάζων ἐπὶ τὸ ἀγριώτερον. τὸ δὲ καὶ τοσαύτην ὠμότητα περὶ τὰς ἀκουσίους τῶν τικτομένων συμφορὰς ἐπιδείκνυσθαι καὶ ταῦτα ἐξ ἀγαθῶν γεγονότας ποίαν οὐχ ὑπερβάλλει ἀσέβειαν. ταῦτα μὲν οὖν παντὶ δῆλον ἔχει τὸ ἄτοπον. ὅτι δὲ καὶ κοινὰς εἶναι τὰς γυναῖκας βούλεται, ἱκανὴν ἔστιν πίστιν καὶ ἐκ μόνων τῶν προκειμένων αὐτοῦ χωρίων λαβεῖν. εἰ γὰρ ἐν μὲν τῇ τοῦ τίκτειν ἀκμῇ τοὺς ἀγαθοὺς ταῖς ἀγαθαῖς συνάπτει, τοὺς δὲ ἐναντίους ταῖς ἐναντίαις, παρελθόντας δὲ τὸν τοῦ γεννᾶν καιρὸν ἐλευθέρως λοιπὸν καὶ μετ' ἐξουσίας ᾗ ἂν ἐθέλωσι συγγίνεσθαι συγχωρεῖ, πλὴν ὧν προσδιωρίσατο, δῆλον, ὡς οἱ πρότερον μὲν ταῖς φαύλαις εἰ τύχοι συνιόντες διὰ τὴν τοῦ νόμου πρόσταξιν, ὕστερον δὲ ἐξουσίας παρὰ τοῦ νόμου δοθείσης κατὰ τὸ εἰκὸς ταῖς ἀγαθαῖς συγγινόμενοι, ὧν καὶ πρότερον διὰ τὴν τοῦ νόμου βίαν εἴργοντο, οὐ μίαν στέργουσι κατ' Εὐριπίδην ‘γάμοις ἀκοινώνητον ἀνδρὸς εὐνάν’· ἐν γὰρ τῷ τῆς νεότητος καιρῷ οὔτε τοῖς ἀγαθοῖς φαύλαις οὔτε τοῖς φαύλοις ἀγαθαῖς ἐξῆν συγγίνεσθαι, ἐν δὲ τῷ γήρᾳ τοῦτο οὐ κεκώλυται· οὐκοῦν ἡ πρότερον μὲν ἀγαθῷ ὕστερον δὲ φαύλῳ κατὰ τὸ εἰκὸς συνοῦσα ἢ ἔμπαλιν κοινὴ δηλονότι τοῖς βουλομένοις εἰς μῖξιν προὔκειτο, ἀλλὰ πρότερον μὲν ἀγαθοῖς μόνοις ἢ φαύλοις μόνοις, ὕστερον δὲ οὐδὲν ἧττον ἀγαθοῖς τε ἅμα καὶ φαύλοις. ἔτι δὲ καὶ τὸ μηδὲν περὶ χήρων ἀνδρῶν τε καὶ γυναικῶν ἐν τῇ πολιτείᾳ διατάττεσθαι πρόδηλόν ἐστιν ὡς οὐκ ἔστιν χηρείαν ἐν τῇ πολιτείᾳ τῇ ἑαυτοῦ