Ancient Greek · ~7 min
Page 34
Joannes Philoponus Phil., De aeternitate mundi 34
Not analysed yet
τῶν πρός τι, ὡς αὐτός φησιν ὁ Πρόκλος (πρὸς γὰρ εἰκόνα τὸ παράδειγμα), οὐδεμία δὲ οὐσία τῶν πρός τι. ἔτι δέ, εἰ τῶν πρός τι αἱ ἰδέαι, ὡς τῷ Πρόκλῳ δοκεῖ, καὶ τοῦτό ἐστιν αὐταῖς τὸ τί ἦν εἶναι τὸ ἐν σχέσει εἶναι τῇ πρὸς τὰ αἰσθητά, ὧν εἰσιν παραδείγματα, ὡς δεξιῷ πρὸς ἀριστερὸν καὶ δεσπότῃ πρὸς δοῦλον, τὰ δὲ πρός τι οὐκ οὐσίαι (συμβεβηκότα γὰρ τὰ πρός τι, ᾗ πρός τί ἐστιν), οὐδὲ αἱ ἰδέαι ἄρα οὐσίαι εἰσὶν ἀλλὰ συμβεβηκότα. ἀλλ' ὑπέκειτο οὐσίας αὐτὰς εἶναι· οὐκ ἄρα τῶν πρός τι. τὸ δὲ παράδειγμα τῶν πρός τι· οὐκ ἄρα τοῦτό ἐστιν τὸ τί ἦν εἶναι τῷ τοῦ κόσμου παραδείγματι τὸ παραδείγματι εἶναι καὶ πρὸς εἰκόνα τὸν κόσμον τὸ εἶναι ἔχειν. ἔτι, εἰ τῶν πρός τι αἱ ἰδέαι, τὰ δὲ πρός τι ἰδίαν ὑπόστασιν οὐκ ἔχει ἀλλ' ἐν ἄλλοις τὸ εἶναι ἔχει, ὡς ἐν κατηγορίαις δέδεικται—ἢ γὰρ ἐν οὐσίᾳ, ὡς πατὴρ καὶ υἱός, δεσπότης καὶ δοῦλος (ἐν γὰρ τῇ τοῦ ἀνθρώπου οὐσίᾳ ἡ σχέσις τούτων συμβέβηκεν), ἢ ἐν ποσῷ, ὡς τὸ πολὺ καὶ ὀλίγον, τὸ μεῖζον καὶ ἔλαττον, τὸ διπλάσιον καὶ ἥμισυ, ἢ ἐν ποιῷ, ὡς τὸ λευκότερον καὶ γλυκύτερον καὶ σοφώτερον, ἢ ἔν τινι τῶν ἄλλων—, ἀνάγκη δήπου καὶ τὰς ἰδέας, εἴπερ τῶν πρός τί εἰσιν, ἐν ἑτέρῳ τινὶ ὑποκειμένῳ ὑφεστάναι. ὁμοίως δὲ καὶ τὸν κόσμον· τῶν πρός τι γὰρ καὶ αὐτός· ὡς γὰρ τὸ παράδειγμα τοῦ κόσμου ἐν τῷ εἶναι παράδειγμα οὐσίωται, οὕτω δήπου καὶ τὴν εἰκόνα τοῦ παραδείγματος ἀνάγκη τὸν κόσμον καθὸ εἰκών ἐστιν τὸ εἶναι ἔχειν· ἡ δὲ εἰκὼν τῶν πρός τι· καὶ ὁ κόσμος ἄρα κατ' αὐτὸ τὸ εἶναι τῶν πρός τι ἔσται.