Ancient Greek · ~6 min
Page 334
Joannes Philoponus Phil., De aeternitate mundi 334
Not analysed yet
ἀναγκαῖον εἶναι ὁμολογήσειεν, τὸ μὴ εἶναι θεὸν τὸν κόσμον, τὸ δὲ πρότερον ψεῦδος, λέγω δὲ τὸ μεταβολῆς ἄδεκτον αὐτὸν εἶναι· εἰ γὰρ τὸ πᾶν θεός ἐστιν, τί ἐστιν λοιπὸν τῶν ὄντων, ὃ μή ἐστιν θεός; ἐν γὰρ τῷ παντὶ τὰ μέρη συμπεριέχεται· οὐδὲν γὰρ ἄλλο ἐστὶν τὸ ὅλον καὶ πᾶν ἢ ἡ τῶν μερῶν ἁπάντων πρὸς ἄλληλα σχέσις καὶ εἰς ταὐτὸν συνδρομή. ἐντεῦθεν γοῦν εἰς τοσοῦτον τὴν τοῦ θεοῦ δόξαν καθύβρισαν ἄνθρωποι, ὡς μέχρι κνωδάλων καὶ τῶν ἀψύχων αὐτῶν καὶ τῶν αἰσχροτάτων ἐν ἀνθρώποις κακῶν τὸ θεῖον ἑλκῦσαι καὶ σέβας καὶ ὄνομα. εἰ οὖν σῶμα ὢν ὁ κόσμος ἐν μεταβολῇ καὶ ἀλλοιώσει θεωρεῖται καὶ μεταβολῆς αὐτὸν ἄμοιρον εἶναι ἀδύνατον, τὸ δὲ τῶν θεῶν γένος μεταβολῆς ἐστιν ἄδεκτον, ἀδύνατον ἄρα θεὸν εἶναι τὸν κόσμον. ἀλλ' ἴσως τις πρὸς ταῦτα ἐρεῖ, ὅτι, εἰ καὶ τὰ τοῦ κόσμου μέρη μεταβάλλει, ἀλλ' οὖν τὸ ὅλον ὡς ὅλον ἀμετάβλητόν ἐστιν· ἀεὶ γὰρ τὸ ὅλον ὡσαύτως ἔχει, περὶ δὲ τὰ μέρη τοῦ παντὸς ἡ μεταβολὴ καὶ ἡ ἀλλοίωσις φαίνεται. ἀλλ' οὕτως οὐδὲν τῶν ὄντων, ἕως ἂν ᾖ, μεταβλητὸν ἔσται, ἀλλ' ἅπαξ ἅπαντα ἀμετάβλητα· οὐδὲν γὰρ τῶν ζῴων, ἕως ἂν ᾖ ζῷον, καθ' ὅλον αὐτὸ μεταβάλλει, ἀλλά, κἄν τε αὐξάνηται κἂν φθίνῃ κἄν τε θερμαίνηται κἂν ἐκ τόπου τόπον ἀμείβῃ, τοῦ εἶναι ζῷον οὐκ ἐξίσταται· εἰ γὰρ καθ' ὅλον αὐτὸ καὶ ᾗ ζῷόν ἐστιν μεταβάλλοι, καὶ τοῦ εἶναι πάντως ἐξίσταται· τῶν γὰρ μεταβολῶν γένεσις μὲν καὶ φθορὰ ὅλου τοῦ πράγματος μεταβολὴν ἀπεργάζεται (ἡ μὲν γὰρ γένεσις ἐκ τοῦ μὴ ὄντος εἰς τὸ