Ancient Greek · ~6 min
Page 35
Joannes Philoponus Phil., De aeternitate mundi 35
Not analysed yet
τούτου δὲ οὕτως ἔχοντος συμβεβηκότα καὶ οὐκ οὐσίας τὰς ἰδέας καὶ τὸν κόσμον εἶναι ἀνάγκη. ἀλλ' ὑπόκειται οὐσίας αὐτὰς εἶναι, καὶ ὁ κόσμος δὲ οὐσία ἐστίν· οὐκ ἄρα τῶν πρός τί εἰσιν. ἔτι τὰ πρός τι ὑπὸ τὰ ἀντικείμενα, οὐδεμία δὲ οὐσία ὑπὸ τὰ ἀντικείμενα· οὐκ ἄρα τῶν πρός τι αἱ οὐσίαι. τὰ δὲ εἴδη οὐσίαι· οὐκ ἄρα τῶν πρός τι τὰ εἴδη. τὸ δὲ παράδειγμα τῶν πρός τι, ὡς εἴρηται (πρὸς εἰκόνα γὰρ τὸ παράδειγμα)· οὐκ ἄρα ἐν τούτῳ τὸ εἶναι ἔχουσι τὰ εἴδη ἐν τῷ παραδείγματα εἶναι. οὐκοῦν ἀνάγκη, εἴπερ εἰσὶν οὐσίαι, κατ' ἄλλο μέν τι αὐταῖς ὑπάρχειν τὸ εἶναι, κατ' ἄλλο δὲ τὸ παραδείγμασιν εἶναι. δʹ. Εἰ δὲ μὴ ἐν τῷ εἶναι παραδείγματα τὸ εἶναι καὶ τὴν ὑπόστασιν ἔχουσιν τὰ εἴδη, οὐκ ἄρα ἀνάγκη τῆς ἰδέας, πρὸς ἣν ὁ κόσμος γέγονεν, αἰωνίου οὔσης καὶ τὸν κόσμον ἀεὶ εἶναι· ὡς γὰρ τῆς πολιτικῆς εὐδαιμονίας παράδειγμα εἶναι τὸν οὐρανόν φησιν καὶ τὸν κόσμον ὁ Πλάτων καὶ πρὸς τὴν ἐν τούτῳ τάξιν τὸν ὄντως πολιτικὸν ἀποβλέποντα οὕτω τὰ τῆς πόλεως πράγματα διατάττεσθαι καί, ἐπειδὴ μὴ ἐν τούτῳ οὐσίωται ὁ οὐρανὸς ἐν τῷ εἶναι τῆς πολιτικῆς εὐδαιμονίας παράδειγμα, οὐκ ἀνάγκη οὔσης τῆς ἐν τῷ οὐρανῷ τάξεως εὐθὺς εἶναι καὶ τὴν ταύτης εἰκόνα, λέγω δὴ τὴν εὐδαίμονα πόλιν, οὕτω δήπου, εἰ καὶ αἰώνιοί εἰσιν αἱ ἰδέαι, ἐπεὶ μὴ ἐν τούτῳ ἐστὶν αὐταῖς τὸ εἶναι ἐν τῷ παραδείγμασιν εἶναι, εἴπερ μὴ τῶν πρός τί εἰσιν ἀλλ' οὐσίαι, οὐκ ἀνάγκη πάντως καὶ τὰς τούτων εἰκόνας (τὰς αἰσθητὰς λέγω) ἀεὶ οὐσίας εἶναι· τὸ γὰρ ἀναγ-