Ancient Greek · ~6 min
Page 341
Joannes Philoponus Phil., De aeternitate mundi 341
Not analysed yet
μένου τινὸς τὴν δημιουργικὴν ἑαυτῆς ἐνδείκνυσθαι δύναμιν ἀλλὰ δεῖσθαί τινος ὑποκειμένου, εἰς ὃ ἐργάσεται, οἷα δὴ καὶ ἐν ὑποκειμένῳ τὸ εἶναι ἔχουσα καὶ χωρὶς τούτου μήτε εἶναι μήτε ἐνεργεῖν δυναμένη, ἀνάγκη πᾶσα, εἴπερ καὶ ὁ θεὸς δημιουργεῖ καὶ εἰς τὸ εἶναι παράγει τὰ ὄντα, ἔχειν τι πλέον τὴν αὐτοῦ δημιουργίαν τῆς φύσεως. οὐδὲν δ' ἂν ἔχοι πλέον, εἰ μὴ δύναιτο ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος εἰς τὸ εἶναι παράγειν τὰ πράγματα ἀλλὰ δέοιτο καὶ αὐτὸς ὥσπερ ἡ τέχνη τε καὶ ἡ φύσις ὑποκειμένου τινὸς προϋπάρχοντος, ἐν ᾧ τὴν δημιουργικὴν ἑαυτοῦ ἐνέργειαν ἐπιδείξηται, καὶ μηδὲ τοσοῦτον ὑπερέχῃ τῆς φύσεως, ὅσον τῆς τέχνης ἡ φύσις. εἰ οὖν, ὅπερ εἶπον, ἀσυγκρίτως ὑπερέχειν δεῖ τῆς φύσεως τὸν θεόν, ἡ δὲ φύσις ἐκ τῶν ὄντων τὸ ὑποκείμενον καὶ τὴν ὕλην λαβοῦσα μόνα τὰ εἴδη εἰς τὸ εἶναι δημιουργήσασα παράγει, ἀνάγκη πᾶσα, εἴπερ τι καὶ ὁ θεὸς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει, μὴ μόνον τὰ εἴδη τῶν δημιουργουμένων ἀλλὰ καὶ αὐτὸ παράγειν τὸ ὑποκείμενον οὐκ ὂν πρότερον ἢ οὐδὲν ἕξει πλέον τῆς φύσεως. οὐδεμία ἄρα ἀνάγκη, ὥσπερ τῶν μερικῶν ἕκαστον ἐξ ὄντων γίνεται, οὕτω καὶ τὸ πᾶν, εἰ γίνοιτο ὑπὸ θεοῦ, ἔκ τινος πρότερον ὄντος γίνεσθαι. ιʹ. Δεύτερον εἰ, ἐπειδὴ τῶν μερικῶν ἕκαστον ἐξ ὄντος γίνεται, διὰ τοῦτο καὶ τὸ πᾶν ἀξιοῦσι, εἴπερ γίνοιτο, ἐξ ὄντος γίνεσθαι, πρόδηλον ὅτι, ἅπερ ἐπὶ τῶν καθ' ἕκαστον συμβαίνει, ταῦτα καὶ ἐπὶ τοῦ παντὸς συμβαίνειν ἀξιοῦσιν· ὥσθ' ὁμοιοπαθὲς εἶναι τὸ