Ancient Greek · ~6 min
Page 342
Joannes Philoponus Phil., De aeternitate mundi 342
Not analysed yet
ὅλον τοῖς μέρεσιν ἐκ τούτων κατασκευάζουσιν. οὐκοῦν, ἐπειδὴ τὰ τοῦ κόσμου μέρη ἤγουν στοιχεῖα, ἐξ ὧν τὸ εἶναι ἔχει, φθαρτά ἐστιν καὶ οὐδὲν ἔστιν στοιχείου μέρος, ὃ μὴ γινόμενόν ἐστιν καὶ φθαρτόν, ἐδείξαμεν δὲ πρότερον, ὡς οὐδ' αἱ τῶν στοιχείων ὁλότητες αἱ αὐταὶ κατὰ ἀριθμὸν μένουσιν, ὡς δὲ τὰ μέρη ἔχει, οὕτω καὶ τὸ πᾶν ἔχειν ἀνάγκη ὅσον ἐκ τῶν νῦν εἰρημένων, καὶ τὸ πᾶν ἄρα γενητὸν ἔσται καὶ φθαρτόν. πάλιν ἐπειδὴ τῶν μερικῶν ἕκαστον γινόμενον ἔκ τινος ὄντος γίνεται, διὰ τοῦτο ἀξιοῦσι καὶ τὸ πᾶν, εἴπερ γίνοιτο, ἔκ τινος προϋποκειμένου γίνεσθαι. οὐκοῦν, ἐπειδὴ τῶν μερικῶν μὲν δημιουργός ἐστιν ἡ φύσις, τοῦ δὲ ὅλου καὶ παντὸς ὁ θεός, ἑκάστου δὲ τῶν μερικῶν ἡ δημιουργοῦσα αὐτὰ φύσις προϋπάρχει καὶ χρόνῳ δευτέρα ἐστὶν τῆς παραγούσης φύσεως τὰ παραγόμενα, καὶ τοῦ κόσμου ἄρα προϋπάρξει ὁ τούτου δημιουργός, εἰ καὶ ἐξ ὄντος ἀγενήτου τινὸς αὐτὸν ἐδημιούργησεν· ὥστε οὐ συνυπάρξει ἐξ ἀιδίου τῷ θεῷ ὁ κόσμος· τίς γὰρ ἡ ἀποκλήρωσις ἐπὶ τινῶν μὲν ἐξομοιοῦν ἀναγκάζειν τὴν τοῦ ὅλου γένεσιν τῇ τῶν μερικῶν γενέσει, ἐπὶ τινῶν δὲ μή; ὅτι γάρ, εἰ καὶ ἀίδιον εἶναι τὸν κόσμον λέγουσιν, ὅμως γοῦν δημιουργὸν αὐτοῦ εἶναι τὸν θεὸν συγχωροῦσιν, πρόδηλον. ἔστιν δὲ καὶ τῶν κατὰ μέρος ἡ φύσις δημιουργός. εὔλογον οὖν κἀνταῦθα τὰ αὐτὰ ἐπὶ τῆς τοῦ ὅλου δημιουργίας συγχωρεῖν ἕπεσθαι, ἅπερ ἐπὶ τῆς τῶν μερικῶν συμβαίνει. εἰ δὲ μὴ συγχωροῦσιν τοῖς μέρεσιν τὸ ὅλον ἀκολουθεῖν μηδ', ὅσα τοῖς μέρεσι