Ancient Greek · ~6 min
Page 343
Joannes Philoponus Phil., De aeternitate mundi 343
Not analysed yet
συμβαίνει, ταῦτα καὶ τῷ ὅλῳ συμβαίνειν, οὐκ ἄρα οὐδέ, εἰ τὰ μερικὰ πάντα γινόμενα ἐξ ὄντων γίνεται, ἤδη διὰ τοῦτο καὶ τὸ ὅλον, εἰ γέγονεν, ἐξ ὄντος καὶ αὐτὸ γεγονέναι ἀνάγκη· εἰ γὰρ μὴ ὁμοίως ἥ τε φύσις δημιουργῇ καὶ ὁ θεός, ἡ δὲ φύσις ἐξ ὄντων δημιουργεῖ, ὁ ἄρα θεὸς οὐκ ἐξ ὄντων δημιουργήσει ἀλλ' ἐκ μὴ ὄντων· ὥσπερ γὰρ κινεῖται μὲν καὶ τῶν μερῶν ἕκαστον, κινεῖται δὲ καὶ τὸ πᾶν, οὐχ ὡς κινεῖται δὲ τὰ μερικά, οὕτω καὶ τὸ πᾶν κινεῖται· τὸ μὲν γὰρ ὅλον ἐξ ὅλου τόπον ἀμείβει, τὸ δὲ πᾶν τοῦ ὅλου τόπου μὴ μεθιστάμενον περὶ τὸ ἴδιον κέντρον ἐκπεριέρχεται, ἵνα καὶ κινεῖται ἅτε δὴ φυσικὸν ὂν σῶμα, εἴπερ ἡ φύσις κινήσεώς ἐστιν καὶ ἠρεμίας ἀρχή, καὶ μένει πάλιν ὡσαύτως ἔχον, ἐπεὶ μηδὲ ἔστιν τις ἑτέρα χώρα, εἰς ἣν ἂν μετασταίη ὅλον καθ' ὅλον αὐτὸ μεθιστάμενον, καὶ οὐδεμία ἐστὶν ἀνάγκη οὔτε τὰ καθ' ἕκαστον τὴν τοῦ παντὸς κινεῖσθαι κίνησιν οὔτ' αὖ πάλιν τὸ πᾶν τὴν τῶν καθ' ἕκαστον. οὕτω δήπου κατὰ τὸ ἀκόλουθον οὐδέ, εἰ τὸ πᾶν γέγονεν καὶ τῶν μερικῶν ἕκαστον γέγονεν, τὴν αὐτὴν ἀμφοῖν εἶναι γένεσιν ἀνάγκη, ἀλλ' ἔμπαλιν, ἤπερ ἡ κίνησις ἔχει, τὸ μὲν πᾶν, εἴπερ γέγονεν, ὅλον καθ' ὅλον αὐτὸ γεγονέναι ἀνάγκη, ἵνα τῷ ὄντι τοῦ παντὸς εἴη ἡ γένεσις, τὰ δὲ καθ' ἕκαστον μηκέθ' ὁμοίως ἀλλ' ἐξ ὄντων γίνεσθαι καὶ εἰς ὂν πάλιν φθειρόμενα ἀναλύεσθαι. καὶ τοῦτο εἰκότως· ἤδη γὰρ τοῦ κόσμου συστάντος, διὰ δὲ τὴν γένεσιν καὶ τὴν φθορὰν χρησίμην τῷ