Ancient Greek · ~6 min
Page 344
Joannes Philoponus Phil., De aeternitate mundi 344
Not analysed yet
παντὶ οὖσαν τῶν μερῶν τοῦ παντὸς γινομένων τε καὶ φθειρομένων ἀδύνατον ἦν εἰς τὸ πάντῃ μὴ ὂν καθ' ὅλα αὐτὰ τὰ φθειρόμενα γίνεσθαι καὶ μηδὲν ἐν ταὐτῷ μένειν· οὕτω γὰρ τῷ μακρῷ χρόνῳ ἄλλον ἐξ ἄλλου τὸν κόσμον ἀνάγκη ἦν γίνεσθαι· τοῦτο γὰρ ἂν ἔπαθεν, ὅπερ ἡ κατὰ σανίδα ἀμειβομένη ναῦς ὑπομένει καὶ τέλος πᾶσα ἀμειφθεῖσα καὶ ἄλλη ἐξ ἄλλης γινομένη, κἂν τὸ αὐτὸ εἶδος πεφύλακται. εἰ οὖν ἔδει μένειν ἕνα καὶ τὸν αὐτὸν ὄντα κόσμον, ἔδει δὲ καὶ γένεσιν εἶναι καὶ φθοράν, ἀδύνατον ἦν ἀμφότερα ἅμα σῴζεσθαι μὴ τῶν μερῶν εἰς ἄλληλα μεταβαλλόντων καὶ ταύτῃ τήν τε γένεσιν καὶ τὴν φθορὰν ἐργαζομένων καὶ ὡς ἐνδέχεται τὴν τοῦ κόσμου φυλασσόντων ταυτότητα. εἰ δὲ τὸ πᾶν γίνοιτο, οὐδεμία ἐστὶν ἀνάγκη ἐξ ὄντος αὐτὸ γίνεσθαι· οὕτω γὰρ ἂν ἡμιτελὴς ἡ τοῦ θεοῦ δημιουργία ὑπῆρχεν, τὸ δὲ εἶδος μόνον χωρὶς τοῦ ὑποκειμένου εἰς τὸ εἶναι παράγουσα· ἀλλ' ὅλον καθ' ὅλον αὐτό, εἴπερ γίνοιτο, τὸ πᾶν ἐκ τοῦ μὴ ὄντος ὑφίστασθαι ἀνάγκη. ἢ οὖν δεικνύτωσαν ἐξ ἑτέρων τινῶν ἀναγκαίων καὶ ἀνελέγκτων λόγων, ὡς οὐ γέγονεν ὁ κόσμος ἀλλ' ἀίδιον ἔχει τὴν ὕπαρξιν, ἤ, εἴπερ γίνοιτο, οὐδεμία ἐστὶν ἀνάγκη ἐξ ὄντος αὐτὸν γίγνεσθαι διὰ τὸ τῶν μερικῶν ἕκαστον ἐξ ὄντος γίνεσθαι, τοὐναντίον δὲ μᾶλλον ὅλον καθ' ὅλον αὐτὸν ἐκ τοῦ μὴ ὄντος ὑφίστασθαι, ἵνα τὸ πᾶν τῷ ὄντι ὡς πᾶν γίνοιτο. αιʹ. Οὕτω μὲν οὖν συγχωρήσαντες πᾶν τὸ γινό-