Ancient Greek · ~6 min
Page 345
Joannes Philoponus Phil., De aeternitate mundi 345
Not analysed yet
μενον ἐξ ὄντος γίνεσθαι οὐδεμίαν εὕρομεν ἀνάγκην ὡς καὶ τὸ πᾶν, εἴπερ γίνοιτο, ἐξ ὄντος καὶ αὐτὸ γίνεσθαι. μήποτε δ' οὐδ' ἀληθές ἐστιν τὸ πάντως ἐξ ὄντων τὰ γινόμενα γίνεσθαι· τῶν γὰρ γενητῶν ἁπάντων καὶ μὴ ἀιδίων ἐξ ὕλης καὶ εἴδους συνεστώτων, ἔτι δὲ καὶ τῆς γενέσεως μεταβολῆς οὔσης ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ὥσπερ οὖν καὶ τῆς φθορᾶς ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν, πότερον καθ' ὅλον αὐτὸ (καὶ κατὰ τὴν ὕλην φημὶ καὶ κατὰ τὸ εἶδος) τὸ σύνθετον γίνεται (τουτέστιν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν μεταβάλλει· τοῦτο γάρ ἐστιν ἡ γένεσις) ἢ οὐ καθ' ὅλον αὐτό; εἰ μὲν οὖν καθ' ὅλον αὐτὸ τὸ γινόμενον γίνεται (καὶ κατὰ τὴν ὕλην φημὶ καὶ κατὰ τὸ εἶδος), δηλονότι καὶ καθ' ὅλον αὐτὸ τὸ φθειρόμενον φθείρεται. ὥστε οὐ μόνον τὸ εἶδος ἀλλὰ καὶ τὴν ὕλην γίνεσθαί τε καὶ φθείρεσθαι ἀνάγκη. ἀλλὰ τὴν ὕλην καὶ αὐτοῖς δοκεῖ μήτε γίνεσθαι μήτε φθείρεσθαι καὶ ἀκουσόμεθα τοῦτο ἐν τοῖς ἐφεξῆς τοῦ Πρόκλου λέγοντος· τὸ αὐτὸ δὲ καὶ ὁ Ἀριστοτέλης πρὸς τῷ τέλει τοῦ πρώτου λόγου τῆς φυσικῆς εἴρηκεν ἀκροάσεως. οὐκ ἄρα καθ' ὅλον αὐτὸ τὸ σύνθετον γίνεταί τε καὶ φθείρεται. τὰ μὲν οὖν περὶ τῆς ὕλης ὅπως ἔχει, ἐν ἑτέροις ἐπισκεψώμεθα, ἐν οἷς ταύτης μεμνήσεται ὁ φιλόσοφος, εἴτε τῷ ὄντι ἡ πρώτη καλουμένη ὕλη ἀσώματός ἐστιν εἴτε οὔ, καὶ εἴτε πάντῃ ἐστὶν ἀγένητος καὶ ἀίδιος εἴτε οὔ. καὶ εἰ μὲν ἐδόκει ἀληθὲς εἶναι τὸ ἐν τοῖς γινομένοις νῦν ὑπὸ φύσεως καὶ φθειρομένοις μήτε γίνεσθαι τὸ