Ancient Greek · ~6 min
Page 346
Joannes Philoponus Phil., De aeternitate mundi 346
Not analysed yet
κοινὸν τῶν πραγμάτων ὑποκείμενον μήτε φθείρεσθαι (ἡ γὰρ τῆς σαρκὸς εἰ τύχοι φθορὰ τὸ μὲν εἶδος τῆς σαρκὸς ἔφθειρεν τόδε, τὸ δὲ τούτῳ ὑποκείμενον σῶμα οὐκέτι· μένει γὰρ τὸ τριχῇ διαστατὸν οὐδὲν κατὰ τὸν λόγον τῆς οἰκείας πεπονθὸς φύσεως· τοῦτο γάρ ἐστιν ἡ τοῦ σώματος φύσις, οὐσία τριχῇ διεστῶσα. ὡσαύτως, εἰ φθαρείη μὲν ὕδωρ, ἐκ τοῦδε ἀὴρ δὲ γένοιτο, ὕδατος μὲν φθορὰ καὶ ἀέρος ὑπέστη γένεσις, τὸ δὲ ἀμφοῖν ὑποκείμενον—τοῦτο δέ ἐστιν τὸ ἄποιον σῶμα—οὐδεμίαν τροπὴν ὑπέμεινεν, ᾗ σῶμά ἐστιν, καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος)—εἰ τοίνυν τὸ πρῶτον ὑποκείμενον καὶ ἡ ὕλη οὔτε γίνεται ἐν τοῖς γινομένοις οὔτε φθείρεται ἐν τοῖς φθειρομένοις, οὔτε ἄρα καθ' ὅλα αὐτὰ τὰ σύνθετα φθείρεται (μένει γὰρ ἐν τοῖς φθειρομένοις ἡ ὕλη ἀμετάβλητος) οὔτε κατὰ τὴν ὕλην ἡ φθορὰ γίνεται. λείπεται οὖν τὸ εἶδος εἶναι τὸ φθειρόμενον, τουτέστιν ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὂν μεταβάλλον. οὐκοῦν τούτου ἐστὶν καὶ ἡ γένεσις, τουτέστιν ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν μεταβολή· τὸ γὰρ σῶμα φέρ' εἰπεῖν τὸ τῷ ἄρτῳ ὑποκείμενον οὐκ ὂν σὰρξ γέγονεν σάρξ, καὶ πάλιν τῆς σαρκὸς φθαρείσης τὸ μὲν εἶδος τὸ τῆς σαρκὸς εἰς τὸ μὴ ὂν οἴχεται, τὸ δὲ σῶμα πάλιν οὐδὲν ἧττόν ἐστιν σῶμα· οὔτε γὰρ εἰς ἀσώματον ἡ φθορὰ τῶν πραγμάτων γίνεται οὔτε ἐξ ἀσωμάτων ἡ γένεσις· ὥστε τὸ σῶμα μένει παντελῶς ἀμετάβλητον. οὐκ ἄρα τοῦ παντός ἐστιν ἐν τοῖς συνθέτοις ἡ φθορὰ καὶ ἡ γένεσις ἀλλὰ μόνου τοῦ εἴδους· εἰ γὰρ καὶ λέγεται τὸ σύνθετον γίνεσθαι, ἀλλ' ἀπὸ μέρους τοῦ παντὸς