Ancient Greek · ~6 min
Page 347
Joannes Philoponus Phil., De aeternitate mundi 347
Not analysed yet
κατηγορεῖται ἡ γένεσις· τὸ γὰρ εἶδός ἐστιν τὸ κυρίως γινόμενον· ὥσπερ κἂν εἰ λέγοιτο Σωκράτης τύπτεσθαι ἢ βαδίζειν ἢ ἀμφιέννυσθαι, οὐχὶ καθ' ὅλον αὐτὸν (καὶ κατὰ τὴν ψυχήν φημι καὶ κατὰ τὸ σῶμα) τῶν εἰρημένων ἕκαστον ὑπομένει ἀλλὰ κατὰ μόνον τὸ σῶμα, ὥσπερ ἐκ τοῦ ἐναντίου, εἴπερ λέγοιτο σοφὸς εἶναι ἢ δίκαιος, πάλιν ἀπὸ μέρους τῆς ψυχῆς κατὰ τοῦ ὅλου ἡ κατηγορία φέρεται· εἰώθαμεν γὰρ τὰ τῷ μέρει συμβαίνοντα τοῦ παντὸς κατηγορεῖν διὰ τὴν σύνθεσιν. εἰ τοίνυν ταῦθ' οὕτως ἔχει καὶ ἡ γένεσις καὶ ἡ φθορὰ κυρίως τῶν εἰδῶν ἐστιν, εἰ μὲν ἅπαντα τὰ ἔνυλα εἴδη ἀίδιά ἐστιν (λέγω δὴ τὰ καθ' ἕκαστον, ἐν οἷς ἐστιν καὶ ἡ φθορὰ καὶ ἡ γένεσις), ἔστω μηδὲν μήτε ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι μήτε εἰς τὸ μηδαμῶς ὂν φθείρεσθαι. εἰ δὲ μήτε τὸ τῆς σαρκὸς εἶδος μηδὲ τὸ τοῦ αἵματος ἢ ὀστοῦ μήτε τὰ χρώματα καὶ τὰ σχήματα μήτε τῶν ἄλλων ἐνύλων εἰδῶν μηδὲν ἀίδιόν ἐστιν, δηλονότι ἕκαστον τούτων πρὶν γενέσθαι οὐκ ὂν κατὰ τὸν οἰκεῖον λόγον τῆς φύσεως εἶτα εἰς τὸ εἶναι παραχθὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος εἰς τὸ ὂν μεταβέβληκεν καὶ φθαρὲν εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν πάλιν μεθέστηκεν· ἡ γὰρ ἐν τῷδε τῷ κύκνῳ λευκότης πρὶν τὸν κύκνον γενέσθαι οὐ δήπου ὑφειστήκει γε καὶ τῶν ὄντων ἦν, ἀλλ' ἅμα τῇ τοῦ κύκνου γενέσει πρώτην ἔσχεν ἐν αὐτῷ τὴν ὑπόστασιν· οὐκοῦν καὶ τοῦ κύκνου φθαρέντος οὐχ ὑπομένει που ἡ λευκότης, ἀλλ' εἰς τὸ μὴ ὂν ὅλως μεθίσταται. καὶ καθόλου δὲ εἰπεῖν τῶν τε ἐνύλων εἰδῶν καὶ τῶν σχημάτων ἕκαστον (οἷον τὸ τῆς σαρκὸς