Ancient Greek · ~6 min
Page 348
Joannes Philoponus Phil., De aeternitate mundi 348
Not analysed yet
φέρε καὶ τὸ τοῦ ὀστοῦ καὶ τόδε τὸ τρίγωνον καὶ ὅδε ὁ κύκλος) τῶν τε ποιοτήτων ἑκάστη (θερμότης φημὶ καὶ ψῦξις, λευκότης καὶ μελανία καὶ τὰ παραπλήσια), ἔτι δὲ καὶ αἱ ἄλογοι τῆς ψυχῆς δυνάμεις (λέγω δὴ θρεπτικὴ καὶ αὐξητικὴ γεννητική τε καὶ αἰσθητικὴ καὶ ὀρεκτικὴ καὶ αἱ λοιπαί), ταῦτα οὖν καὶ τὰ τοιαῦτα ἐπείπερ ἐν ὑποκειμένοις σώμασιν τὸ εἶναι ἔχουσιν, ἀνάγκη πᾶσα τῶν μερικῶν σωμάτων, ἐν οἷς ὑφεστήκασι, φθειρομένων εἰς ὕλην αὐτὰ ἀνατρέχειν καὶ οἷον ὕλην γίνεσθαι ἢ εἰς ἕτερόν τι μεταβαίνειν ὑποκείμενον καὶ σῶμα κἀκεῖνο ψυχοῦν καὶ ὅλως εἰδοποιεῖν (ὥσπερ ἐπὶ τῆς λογικῆς ψυχῆς Ἑλλήνων ὑποτίθενται παῖδες) ἢ εἰς ἁπλούστερά τινα ἀναλύεσθαι (ὡς αἱ συλλαβαὶ εἰς τὰ γράμματα καὶ ἡ οἰκία εἰς λίθους καὶ ξύλα) ἢ εἰς οἰκείαν τινὰ ὁλότητα ἀνατρέχειν (ὥσπερ ἂν εἰ τὸ ἐν ἡμῖν πυρῶδες διαφορηθὲν ἐπὶ τὴν ὁλότητα τοῦ πυρὸς ἀναδράμοι) ἢ εἰς ἕτερον εἶδος μεταβάλλειν (οἷον εἰ ἡ μελανία φθαρεῖσα λευκότης τυχὸν γίνοιτο ἢ γλυκύτης ἢ ἄλλο τι) ἢ καθ' ἑαυτὰ χωρὶς ὕλης ὑφεστάναι (ὥσπερ τὰ νοητὰ εἴδη)· ἤ, εἰ μηδὲν τούτων δυνατὸν εἶναι δειχθείη—οὐδὲ πλάσαι δὲ τρόπον ἕτερον τῆς ἀναλύσεως αὐτῶν ὅσον ἐμέ γε εἰδέναι ἐνδέχεται—, λείπεται εἰς τὸ πάντῃ μὴ ὂν αὐτὰ φθειρομένου τοῦ ὑποκειμένου σώματος ἀναλύεσθαι. ὅτι μὲν οὖν οὐδὲν τῶν ἐνύλων εἰδῶν οὐδὲ τῶν ἀλόγων τῆς ψυχῆς δυνάμεων φθειρόμενον ὕλη γίνεται, καὶ παρ' αὐτοῖς τοῖς Ἑλλήνων σοφοῖς ὡμολόγηται. οὐδὲν γὰρ εἶδος οὐδὲ ψυχικὴ δύναμις τὸ εἶναι καὶ τὴν οὐσίαν