Ancient Greek
Page 349
Joannes Philoponus Phil., De aeternitate mundi 349
Not analysed yet
ἐκ τῆς ὕλης λαμβάνει οὔτε γεννώσης αὐτῆς τὰ εἴδη οὔτε τρεπομένης εἰς τὴν τῶν εἰδῶν φύσιν καὶ αὐτὸ εἴδη γινομένης· γεννητικὴ μὲν γὰρ τῶν εἰδῶν οὐκ ἔστιν, διότι οὐκ ἐνδέχεται ἐκ τῶν χειρόνων τὰ κρείττονα γίνεσθαι· πῶς γὰρ οἷόν τέ ἐστιν τὴν ἀναίσθητον ὕλην καὶ ἄζωον καὶ ὅλως ἀνείδεον αἰσθήσεως καὶ ψυχῆς καὶ ὅλως εἴδους εἶναι αἰτίαν; τὰ γὰρ κρείττονα τῶν χειρόνων γεννητικά τε καὶ αἴτια, οὐκ ἔμπαλιν τῶν κρειττόνων τὰ χείρονα· ἡ μὲν γὰρ ὕλη ἕνεκά του, τὸ δὲ εἶδος οὗ ἕνεκα, κρεῖττον δὲ πανταχοῦ τὸ οὗ ἕνεκα τοῦ ἕνεκά του. ἀλλὰ δὴ πρῶτον τῇ φύσει τὸ οὗ ἕνεκα τοῦ ἕνεκά του· εἰ γὰρ καὶ καθ' ὕπαρξιν ἅμα εἰσὶν ἢ οὔκ εἰσιν, ἐπειδὴ καὶ τῶν πρός τι εἰσίν, ἀλλ' οὖν γε προεπινοεῖσθαι τὸ οὗ ἕνεκα ἀνάγκη καὶ διὰ τοῦτο τὸ ἕνεκά του παρασκευάζεσθαι· τοῦ γὰρ εἴδους ἕνεκα τῆς οἰκίας ἤδη προεπινενοημένου τὴν τοιάνδε ὕλην παρασκευάζομεν καὶ οὐχὶ διὰ τὴν ὕλην τὸ εἶδος· ὥσπερ ἀμέλει καὶ πατὴρ καὶ υἱὸς τῶν πρός τι μέν, ἀλλὰ φύσει πρότερος ὁ πατήρ, καὶ τὸ γένος καὶ τὸ εἶδος τῶν πρός τι, ἀλλὰ τῇ φύσει τὸ γένος πρότερον· οὕτως οὖν καὶ τὸ οὗ ἕνεκα τῇ φύσει πρότερόν ἐστιν τοῦ ἕνεκά του, εἰ καὶ τῶν πρός τι εἰσίν. εἰ δὲ τῇ φύσει πρῶτον τὸ οὗ ἕνεκα, οὐκ ἂν εἴη αὐτοῦ τὸ ἕνεκά του αἴτιον· πρῶτα γὰρ τῇ φύσει τῶν αἰτιατῶν τὰ αἴτια. ὥστε, εἰ ἡ μὲν ὕλη ἕνεκά του, τὸ δὲ εἶδος οὗ ἕνεκα, οὐκ ἄρα τῶν εἰδῶν γεννητική ἐστιν ἡ ὕλη· τὸ γὰρ γεννῶν τοῦ γεννωμένου ποιητικόν ἐστιν αἴτιον, τὸ δὲ ἕνεκά του