Ancient Greek
Page 350
Joannes Philoponus Phil., De aeternitate mundi 350
Not analysed yet
αἴτιον εἶναι τοῦ οὗ ἕνεκα ἀδύνατον. ἀλλ' οὐδ' εἰς τὰ εἴδη τρέπεσθαι τὴν ὕλην ἐνδέχεται καὶ οἷον μεταβαλλομένην ἐκεῖνα γίνεσθαι οὐδ' αὖ πάλιν τὰ εἴδη φθειρόμενα ὕλην γίνεσθαι· εἰ γὰρ τὰ σύνθετα ἐξ ὕλης καὶ εἴδους τῶν ἁπλουστάτων σύγκειται, πῶς ἔτι τὸ εἶδος εἰς ὕλην ἀναλυθήσεται; οὐκέτι γὰρ δύο στοιχεῖα τῶν σωμάτων ἡ ὕλη καὶ τὸ εἶδος ἔσται, ἀλλ' ἓν μόνον ἡ ὕλη καὶ σύνθεσις οὐδεμία ἐν τοῖς πράγμασιν. πῶς δὲ ὅλως ἡ ἀμετάβλητος ὕλη εἰς εἴδους φύσιν μεταβληθείη ἄν; οὐκέτι γὰρ σώσει τὸ ἀμετάβλητον· εἰ γὰρ μὴ ταὐτὸν ὕλη καὶ εἶδος, ἡ δὲ ὕλη μεταβληθεῖσα γίνεται εἶδος, οὐκέτι δήπουθεν ἔμεινεν ὕλη· τὸ γὰρ μεταβάλλον εἴς τι καθ' αὑτὸ οὐκέτι μένει ὅπερ ἦν· μεταβάλλει γὰρ ὁ ἀὴρ εἰς ὕδωρ τυχὸν ἢ εἰς πῦρ, ἀλλ' εὐθὺς ἅμα τῇ μεταβολῇ τὸ εἶναι ἀὴρ ἀπόλλυσιν, καὶ τὸ λευκὸν δὲ καθὸ λευκόν ἐστιν μεταβάλλον τὸ εἶναι λευκὸν ἀπόλλυσιν καὶ ἐπὶ πάντων ὡσαύτως. εἰ οὖν ἡ ὕλη μεταβάλλει εἰς τὸ εἶδος, οὐκέτι μένει ὕλη. ὥστε οὐκ ἀμετάβλητος ἔσται. οὕτω δὲ οὐδὲν ἔσται σύνθετον ἐξ ὕλης καὶ εἴδους, ἀλλ' εἴδη ἁπλᾶ ἔσονται πάντα ἄνευ ὕλης, μᾶλλον δὲ οὐδὲ ἔσται τὸ σύνολον ὕλη· οὐδὲν γὰρ φαίνεται ἐξ ἀνειδέου ὕλης τὴν μεταβολὴν τὴν εἰς ἕτερον ποιούμενον· τὸ γὰρ θερμὸν φέρε εἰς ψυχρὸν μεταβάλλει καὶ τὸ μέλαν πάλιν εἰς λευκὸν καὶ ἐπὶ πάντων ὡσαύτως. εἰ οὖν τὴν ὕλην λέγει τις μεταβάλλουσαν τὰ εἴδη γίνεσθαι, καὶ τὸ εἶναι ὅλως τὴν ὕλην ἀναιρήσει. οὔτε ἄρα γεννητικὴ τῶν εἰδῶν ἐστιν ἡ ὕλη οὔτε τρεπομένη αὐτόχρημα τὰ εἴδη γίνεται. οὐδὲν ἄρα οὔτε τῶν γινομένων ἐξ ὕλης γίνεται οὔτε τῶν φθειρομένων εἰς ὕλην ἀναλύεται· εἰς ὃ γάρ τι φθειρόμενον