Ancient Greek · ~6 min
Page 36
Joannes Philoponus Phil., De aeternitate mundi 36
Not analysed yet
καῖον ἐν τούτοις ἀντεστραμμένως ἔχει· οὔσης γὰρ τῆς εἰκόνος ἀνάγκη εἶναι καὶ τὸ παράδειγμα, οὐ μήν, εἰ καὶ τὸ παράδειγμα εἴη, μὴ ὡς παράδειγμα δέ, ἀλλ' ὅτι καὶ οὐσία, καὶ τὴν εἰκόνα εἶναι ἀνάγκη· ἐπεὶ καὶ τῆς βασιλικῆς εἰκόνος αὐτὸς ὁ βασιλεύς ἐστιν παράδειγμα, ἀλλ' οὐκ ἀνάγκη ἅμα τῷ εἶναι τὸν βασιλέα καὶ τὴν εἰκόνα αὐτοῦ εἶναι, ἐπεὶ κατ' ἄλλο τί ἐστιν τῷ βασιλεῖ ᾗ βασιλεῖ ἀνθρώπῳ εἶναι, κατ' ἄλλο δέ τι τὸ εἶναι εἰκόνος παραδείγματι· ὅταν γὰρ ᾖ παράδειγμα, τότε σύνεστιν πάντως καὶ ἡ εἰκών· ὥσπερ, ὅταν πατὴρ γένηται, συνεπινοεῖται πάντως καὶ ὁ υἱός, οὐ μὴν ἅμα τῷ εἶναι βασιλεὺς εὐθύς ἐστιν εἰκόνος παράδειγμα, ὥσπερ οὐδ' ἅμα τῷ εἶναί τις ἄνθρωπος εὐθύς ἐστιν καὶ πατὴρ καὶ δεσπότης ἢ δεξιὸς ἤ τι τῶν ὑπὸ τὰ πρός τι. εʹ. Ταῦτα μὲν οὖν, εἰ οὐσίας εἶναι τὰς ἰδέας ὑποθῶνται, ὅπερ [οὐ] δοκεῖ Πλάτωνι. εἰ δὲ οὐκ οὐσίας αὐτὰς εἶναι φήσουσιν ἀλλά τινας δημιουργικοὺς λόγους καὶ νοήσεις, καθ' ἃς ὁ δημιουργὸς τὰ ὄντα συνίστησιν (τί γὰρ ἂν καὶ εἶεν ἄλλο, εἰ μὴ οὐσίαι εἶεν;) ,οὐδ' οὕτως οὐδεμία φαίνεται ἀνάγκη τοῦ πάντως ἅμα τοῖς δημιουργικοῖς λόγοις συνυπάρχειν καὶ τὰ κατ' αὐτοὺς γινόμενα ἀποτελέσματα· ἀντιστρόφως γὰρ ἔχει πάλιν τὸ ἀναγκαῖον· τῶν γὰρ ἀποτελεσμάτων ὄντων ἀνάγκη πάντως καὶ τοὺς λόγους εἶναι, καθ' οὓς ταῦτα γέγονεν, οὐ μὴν τοῖς λόγοις τὰ πράγματα πάντως ἕψεται· ἐπεὶ καὶ ναυπηγὸν καὶ οἰκοδόμον ἐνδέχεται νεώς τινος ἢ οἰκίας τοὺς λόγους ἔχοντα μήπω δημι-