Ancient Greek · ~6 min
Page 351
Joannes Philoponus Phil., De aeternitate mundi 351
Not analysed yet
ἀναλύεται, ἐκ τούτου καὶ τὴν γένεσιν ἔσχεν. εἰ οὖν μηδὲν τῶν εἰδῶν ἐν τῇ φθορᾷ τῶν πραγμάτων ὕλη γίνεται, οὐδ' ἂν ἐξ ὕλης ἔχει τὴν γένεσιν· εἰ γὰρ καὶ λέγεται ἡ ὕλη δυνάμει εἶναι τὰ εἴδη, ἀλλ' οὐχ ὡς αὐτὴ ταῦτα βλαστάνουσα ἢ εἰς τὴν τῶν εἰδῶν μεταβαλλομένη φύσιν (ἀμετάβλητος γὰρ ἐν τοῖς γινομένοις ἐστίν) ἀλλ' ὡς ἐπιτηδεία οὖσα εἰς τὸ ἐν ἑαυτῇ τὴν ὕπαρξιν αὐτῶν καταδέξασθαι· ὥσπερ γὰρ τὸ γραμματεῖον τὸ ἄγραφον, ᾗ φησιν Ἀριστοτέλης, δυνάμει ἐστὶν τὰ ἐν αὐτῷ γραφησόμενα γράμματα οὐχ ὡς ἐξ αὐτοῦ τῆς τῶν γραμμάτων βλαστανούσης φύσεως οὔτε μὴν εἰς τὴν τῶν γραμμάτων οὐσίαν τοῦ χάρτου ἢ τοῦ κηροῦ μεταβάλλοντος (μένει γὰρ ἀμετάβλητος ὁ χάρτης καὶ ὁ κηρὸς τῶν γραμμάτων ἐν αὐτῷ γινομένων) ἀλλ' ὡς δυνάμενον ἐν ἑαυτῷ τὴν τῶν γραμμάτων ὕπαρξιν καταδέξασθαι καὶ οὐκ ἄν τις εἴποι, ὡς ἐξ ὄντος τοῦ χάρτου ἢ τοῦ κηροῦ τὴν ὕπαρξιν ἔχοι τὰ γράμματα, οὕτω δήπου, κἂν ἡ ὕλη δυνάμει εἶναι τὰ εἴδη λέγηται, οὐ διὰ τοῦτο ἐξ ὄντος τῆς ὕλης εὔλογον τὰ εἴδη λέγειν ὑφίστασθαι ἀλλ', εἴπερ ἄρα, ἐν ὄντι διὰ τὸ μὴ πεφυκέναι αὐτὰ καθ' αὑτὰ χωρὶς ὑποκειμένου ὑφίστασθαι. ἐναργέστερον δ' ἡμῖν ἡ φθορὰ τὴν ἀπόδειξιν τούτου παρίστησιν· εἰ γὰρ φθειρομένων τῶν γραμμάτων μὴ ὕλη τὰ εἴδη γίνεται, δηλονότι οὐδὲ ἐξ ὕλης τὴν ὑπόστασιν εἴληφεν· εἰς ὃ γὰρ ἡ φθορὰ γίνεται, ἐκ τούτου καὶ τὴν γένεσιν ἀνάγκη γίνεσθαι. ἀλλὰ δὴ οὐδὲ εἰς ἕτερον μεταβαίνειν ὑποκείμενον τῶν τε ἐνύλων εἰδῶν οὐδὲν οὐδὲ