Ancient Greek · ~6 min
Page 352
Joannes Philoponus Phil., De aeternitate mundi 352
Not analysed yet
τὰς ψυχικὰς δυνάμεις (λέγω δὴ τὰς ἀλόγους) ἐνδέχεται· εἰ γὰρ ἀεὶ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον αἱ ψυχικαὶ δυνάμεις μεταβαίνοιεν αἱ αὐταὶ κατ' ἀριθμὸν μένουσαι, ἀθάνατοι ἂν εἶεν καὶ αὐταὶ καθ' αὑτὰς ὑφεστηκυῖαι καὶ μὴ δεόμεναι ὑποκειμένου εἰς ὕπαρξιν· ἀδύνατον γὰρ ἦν τὴν τοῦ ἵππου φέρε ψυχὴν μίαν καὶ τὴν αὐτὴν κατ' ἀριθμὸν μένουσαν ἐξ ἄλλου εἰς ἄλλο μεταβαίνειν ὑποκείμενον, εἰ μὴ αὐτὴ καθ' αὑτὴν ὑφειστήκει καὶ ἀθάνατος ἦν· ὥσπερ ἀμέλει καὶ τὴν ἡμετέραν ψυχὴν ὑποτίθενται χωριστὴν σώματος τὴν ὕπαρξιν ἔχουσαν ἐξ ἄλλων εἰς ἄλλα μεταβαίνειν σώματα· οὐδὲν γὰρ ἄλλο τι τῶν ἐν ὑποκειμένῳ τὸ εἶναι ἐχόντων δύναιτ' ἂν ἐξ ὑποκειμένου μεταβαίνειν εἰς ὑποκείμενον· τὸ γὰρ ἐν Σωκράτει τῆς σαρκὸς εἶδος οὐκ ἄν ποτε τὸν Σωκράτην καταλελοιπὸς ἐν ἑτέρῳ τὸ αὐτὸ κατ' ἀριθμὸν γένοιτο οὐδὲ τὸ ἐν τῷ κύκνῳ λευκὸν ἢ τὸ ἐν τῷ μήλῳ σφαιροειδὲς σῶμα τὸ ἴδιον ἀπολιπόντα ὑποκείμενον ἐν ἄλλῳ ποτὲ μεταβήσεται τὰ αὐτὰ κατ' ἀριθμὸν μένοντα· τοῦτο γὰρ τῶν καθ' αὑτὰ ὑφεστώτων καὶ χωριστὴν τῶν ὑποκειμένων τὴν ὕπαρξιν ἐχόντων ἴδιον· δεῖ γὰρ πρότερον τοῦ ἰδίου χωρισθῆναι ὑποκειμένου, εἶτα ἐν ἄλλῳ γενέσθαι· ὃ οὖν χωρίζεσθαι τοῦ ὑποκειμένου μὴ φθαρὲν οὐ πέφυκεν, πῶς ἂν χωρισθείη σῳζόμενόν τε καὶ μένον τὸ αὐτό; ὃ δὲ χωρίζεσθαι σῳζομένου τοῦ ἰδίου ὑποκειμένου μὴ δύνηται, οὐκ ἄν ποτε ἐν ἑτέρῳ ὑποκειμένῳ γένοιτο· δεῖ γὰρ χωρισθῆναι πρῶτον τοῦ, ἐν ᾧ ἐστιν, εἶτα γενέσθαι ἐν ἄλλῳ, χωρισθῆναι δὲ τὰ ἔνυλα εἴδη