Ancient Greek · ~6 min
Page 353
Joannes Philoponus Phil., De aeternitate mundi 353
Not analysed yet
σῳζόμενα τῶν ἰδίων ὑποκειμένων ἀδύνατον. ὥστε οὐδ' ἀπ' ἄλλου ὑποκειμένου εἰς ἄλλο ὑποκείμενον χωρεῖν αὐτὰ τῶν ἐνδεχομένων ἐστίν· κἂν γὰρ τὸ πῦρ θερμαίνῃ τὸν παρακείμενον ἀέρα, οὐχὶ ἐν ὑποκειμένῳ τῷ πυρὶ θερμότης ἡ αὐτὴ κατ' ἀριθμὸν καὶ ἐν τῷ ἀέρι γίνεται· ἤμελλεν γὰρ ἂν τὸ ἴδιον ἀπολείπειν ὑποκείμενον, λέγω δὴ τὸ πῦρ, οὕτως δὲ οὐκέτι ἂν θερμὸν ὑπῆρχε τὸ πῦρ ἢ οὐχ ὁμοίως θερμὸν τῆς ἐν αὐτῷ θερμότητος ἢ μέρους ἀπολειπούσης αὐτὸ καὶ ἐν ὑποκειμένῳ τῷ ἀέρι γινομένης· τί οὖν ἐστιν τὸ συμβαῖνον; ἡ ἐν τῷ πυρὶ θερμότης δραστήριος οὖσα καὶ θερμαίνειν πεφυκυῖα τὰ παρακείμενα ἄλλην ἐν τῷ παρακειμένῳ ἀέρι γεννᾷ θερμότητα· καὶ ὡς ἐν τῷ διδασκάλῳ τε καὶ τῷ μαθητῇ τὸ αὐτὸ μέν ἐστιν κατ' εἶδος θεώρημα, οὐ μὴν κατ' ἀριθμὸν τὸ αὐτό, καὶ ἔστιν τὸ μὲν ἐν τῷ διδασκάλῳ ποιητικὸν αἴτιον τοῦ ἐν τῷ μαθητῇ, αἰτιατὸν δὲ ἐκεῖνο, οὕτω καὶ ἡ ἐν τῷ πυρὶ θερμότης διάφορος οὖσα κατ' ἀριθμὸν τῆς ἐν τῷ ἀέρι θερμότητος ποιητικόν ἐστιν αὐτῆς αἴτιον. οὐκ ἄρα ἐνδέχεται ἐξ ὑποκειμένου εἰς ὑποκείμενον τὰ ἔνυλα εἴδη μεταβαίνειν μήτε καθ' αὑτὰ ὑφίστασθαι πεφυκότα μήτε ἀίδια ὄντα ἀλλὰ γενητὰ ὄντα καὶ φθαρτά. ἀλλ' οὐδὲ εἰς ἁπλούστερά τινα τὴν ἀνάλυσιν ποιεῖσθαι δύναται· τὰ γὰρ εἰς ἁπλούστερα τὴν ἀνάλυσιν ποιούμενα σύνθετα εἶναι ἀνάγκη· ἐκ τίνων οὖν ἁπλουστέρων ἡ αἰσθητικὴ δύναμις σύγκειται; ἐκ τίνων δὲ ἡ θρεπτική, ἡ λευκότης τε καὶ ἡ γλυκύτης καὶ τὰ παραπλήσια; ἄλλως τε καὶ περὶ ἐκείνων πάλιν ἡ αὐτὴ μένει ἀπορία· ἤτοι γὰρ κἀκεῖνα πάλιν εἰς