Ancient Greek
Page 354
Joannes Philoponus Phil., De aeternitate mundi 354
Not analysed yet
ἁπλούστερα ἀναλυθήσεται καὶ ἡ πρόοδος τῆς ἀναλύσεως πέρας οὐχ ἕξει ἤ, εἴπερ ἐκεῖνα στοιχεῖα ὄντα τῶν ἐνύλων εἰδῶν χείρονά ἐστιν αὐτῶν ἐξ ἀνάγκης καὶ διὰ τοῦτο καὶ αὐτὰ φθαρτὰ καὶ φθειρόμενα μὴ εἰς ἁπλούστερα ἀναλύεται, διὰ τί μὴ ἐπ' αὐτῶν τῶν εἰδῶν τὴν ἁπλότητα ὁμολογοῦμεν; τίνα δ' ἄν τις καὶ πλάσοι στοιχεῖα λευκότητος, ἐξ ὧν ἂν συγκέοιτο, ἢ γλυκύτητος ἢ μαλακότητος ἢ τῶν ἄλλων ποιοτήτων τινός; καὶ πάντα δὲ ὁρῶμεν τὰ εἰς ἁπλούστερα ποιούμενα τὴν ἀνάλυσιν μεριστὰ ὄντα καὶ μεγέθη. αἱ δὲ ψυχικαὶ δυνάμεις ἀμερεῖς εἰσιν, ὡς ἐν τοῖς περὶ ψυχῆς Ἀριστοτέλης ἀπέδειξεν. οὐδ' ἄρα εἰς ἁπλούστερα ἡ τῶν εἰδῶν ἀνάλυσις γίνεται. ἆρ' οὖν μὴ φθειρομένων τῶν ὑποκειμένων εἰς ἰδίαν τινὰ ἀνατρέχει ὁλότητα τὰ ἔνυλα εἴδη; ἀλλ' οὐδὲ τοῦτο ἐνδεχόμενον φαίνεται· πρῶτον μὲν γὰρ καὶ τοῖς ἀρχαιοτέροις ἀποδέδεικται, ὡς οὐκ ἔστιν τις ψυχῶν ὁλότης, ἐξ ἧς κατὰ ἀπομερισμὸν αἱ ἡμέτεραι ψυχαὶ γίνονται· οὕτω γὰρ ἂν οὐκ ἀμερεῖς ἀλλὰ μεριστὰς αὐτὰς εἶναι συνέβαινεν, τῆς ἰδίας ἀποτεμνομένας ὁλότητος· τίνα δ' ἄν τις καὶ πλάσοι θυμοῦ ὁλότητα, εἰς ἣν τὸ θυμοειδὲς τῆς ψυχῆς μέρος ἐπὶ τὴν οἰκείαν ἀναδραμεῖται ὁλότητα; τίνα δὲ θρεπτικῆς ἢ αὐξητικῆς ἤ τινος τῶν ἄλλων ψυχικῶν δυνάμεων; ἀνάγκη γὰρ καὶ τὴν θρεπτικὴν τῆς ψυχικῆς δυνάμεως ὁλότητα τρέφειν τι σῶμα καὶ τὴν αὐξητικὴν αὔξειν· ἡ γὰρ θρεπτικὴ δύναμις τρεφομένου ἐστὶν θρεπτικὴ καὶ ἡ αὐξητικὴ αὐξομένου αὐξητική. εἰ οὖν ἔστιν τις ὁλότης θρεπτικῆς δυνάμεως, ἔσται τι καὶ τὸ ὑπὸ τῆς ὁλότητος τῆς θρεπτι-