Ancient Greek · ~6 min
Page 355
Joannes Philoponus Phil., De aeternitate mundi 355
Not analysed yet
κῆς δυνάμεως καὶ τῆς αὐξητικῆς τρεφόμενόν τε καὶ αὐξανόμενον. εἰ μὲν οὖν μηδὲν εἴη τὸ ὑποκείμενον τρεφόμενον καὶ αὐξόμενον, οὐδὲ αὐτὰς εἶναι ἐνδέχεται· τῶν πρός τι γάρ εἰσιν, ὡς εἴρηται· πρὸς ἄλληλα γὰρ καὶ ἔστιν καὶ λέγεται τὸ τρέφον καὶ τὸ τρεφόμενον καὶ τὸ αὖξον καὶ τὸ αὐξόμενον. εἰ δὲ εἴη, ἐπειδὴ πᾶν τὸ τρεφόμενον καὶ αὐξόμενον φθαρτόν ἐστιν, κἀκεῖνο τὸ σῶμα φθαρτὸν ἔσται· εἰς τί οὖν πάλιν ἡ ὁλότης τῆς θρεπτικῆς ἀναλύεται δυνάμεως τοῦ ὑποκειμένου αὐτῆς φθειρομένου; εἰ δὲ φθαρτὸν ἡ ὁλότης, καὶ τὸ μέρος ἐξ ἀνάγκης φθαρτὸν ἔσται· πῶς δ' ἄν τις ἐπινοήσειεν εἴδους σαρκὸς ὁλότητα ἢ ὀστοῦ ἢ φλεβός; τίνα δὲ λευκότητος ἢ μελανίας ἢ γλυκύτητος; τίς δ' ἂν εἴη τριγώνου ὁλότης ἢ κύβου ἢ ὅλως σχήματος; εἰ γὰρ ἔστιν ὁλότης λευκότητος, ἔσται τις καὶ ὁλότης λευκοῦ σώματος, καὶ ἐπὶ ἑκάστου εἴδους ὡσαύτως. δεικνύτωσαν οὖν ἡμῖν, τίς ἐστιν ἡ ὁλότης τοῦ λευκοῦ σώματος ἢ μέλανος ἢ γλυκέος ἢ τριγώνου ἢ τῶν ἄλλων τινός· εἰ γὰρ πεποιωμέναι εἰσὶν αἱ τοιαῦται ὁλότητες, εἴπερ ποιότητές εἰσιν λευκότης καὶ μελανία καὶ τὰ λοιπά, καὶ αἰσθητὰ πάντως εἰσίν. πῶς οὖν οὐδενὸς τοιούτου σώματος οὐδεμία τῶν αἰσθήσεων ἀντιλαμβάνεται; καίτοι τῶν ἀπὸ γῆς σωμάτων (λέγω δὴ ὁλότητος λευκοῦ σώματος ἢ γλυκέος ἢ σαρκὸς ἢ τῶν ἄλλων τινός) κατὰ τὸ συνεχὲς μέχρι τῆς ἀπλανοῦς ἀντιλαμβανόμεθα δι' αἰσθήσεως τῶν αὐτῶν καὶ ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ ὄντων ἐξ