Ancient Greek · ~6 min
Page 356
Joannes Philoponus Phil., De aeternitate mundi 356
Not analysed yet
ἀνάγκης. μῦθος ἄρα καὶ τὸ εἰς οἰκείαν ὁλότητα τῶν ὑποκειμένων φθειρομένων τὰ ἔνυλα εἴδη ἀνατρέχειν ὑποτίθεσθαι. λείπεται οὖν ζητεῖν, μὴ εἰς ἄλληλα τὰ φυσικὰ εἴδη μεταβάλλει, οἷον εἰ τὸ τρίγωνον εἰς κύκλον καὶ ἡ γλυκύτης εἰς τὸ ἐναντίον τὴν πικρότητα καὶ ἁπλῶς εἰς ἕτερόν τι εἶδος οἷον εἰς βαρύτητα. ἀλλὰ καὶ τοῦτο ὡς ἀδύνατόν ἐστιν ὡμολόγηται· οὐ γὰρ ἡ θρεπτικὴ δύναμις φθαρεῖσα γένοιτ' ἂν εἰ τύχοι θυμοειδὴς οὐδ' ὅλως ἡ τοῦ κυνὸς ψυχὴ φθαρέντος γένοιτ' ἄν ποτε ἵππου ψυχή· συνέβαινεν γὰρ πάλιν ἐξ ὑποκειμένου εἰς ὑποκείμενον τὰ ἔνυλα εἴδη μεταβαίνειν, ὅπερ ἀδύνατον δέδεικται· κἂν γὰρ ἐξ ἀλλήλων τὰ πράγματα λέγηται γίγνεσθαι (τὸ ὕδωρ φημὶ ἐξ ἀέρος καὶ ἐκ τοῦ ὕδατος αὖθις ἀὴρ καὶ πάντα ἐκ πάντων), οὐχὶ τῷ τὰ εἴδη αὐτὰ μεταβάλλειν εἰς ἄλληλα (τὸ τοῦ ὕδατος εἰς τὸ τοῦ ἀέρος ἢ τὸ τοῦ ἄρτου εἰς τὸ τῆς σαρκός) ταύτῃ ἡ τῶν πραγμάτων εἰς ἄλληλα μεταβολὴ γίνεσθαι λέγεται, ἀλλὰ τῷ τὸ ὑποκείμενον τὸ αὐτὸ μένον κατὰ τὸν τῆς οὐσίας λόγον καὶ ἀμετάβλητον ἑκάστου παρὰ μέρος εἶναι τῶν εἰδῶν δεκτικόν· ὡς γὰρ ὁ χαλκοῦς ἵππος γένοιτ' ἂν χαλκοῦς κύων οὐ τοῦ ἱππείου σχήματος μεταβάλλοντος κἀκείνου γενομένου (ἅμα γὰρ τῷ παρεῖναι θάτερον τὸ λοιπὸν πάντως ἀπόλλυται) ἀλλὰ τοῦ χαλκοῦ τοῦ αὐτοῦ κατὰ ἀριθμὸν μένοντος καὶ παρὰ μέρος τῶν εἰδῶν ἑκάτερον δεχομένου, οὕτω δὴ καὶ ἐπὶ τῶν φυσικῶν πραγμάτων ἡ ἐξ ἀλλήλων γίνεται γένεσις τοῦ κοινοῦ πάντων ὑποκειμένου, ὃ καὶ ἀμετάβλητον μένειν δέδεικται, ἄλλοτε ἄλλο εἶδος παρὰ μέρος δεχο-