Ancient Greek · ~5 min
Page 357
Joannes Philoponus Phil., De aeternitate mundi 357
Not analysed yet
μένου, αὐτῶν δὲ τῶν εἰδῶν ὑπεκχωρούντων ἀλλήλοις δηλονότι καὶ τῇ τοῦ δευτέρου παρουσίᾳ εἰς τὸ μὴ ὂν τοῦ προτέρου μεθισταμένου. τοῦτο δ' αὐτὸ καὶ ὁ Πλάτων ἡμᾶς ἐν Φαίδωνι σαφῶς ἐδίδαξεν· εἰσάγει γὰρ τὸν Σωκράτην πῂ μὲν τὰ ἐναντία ἐξ ἀλλήλων γίνεσθαι λέγοντα, πῂ δὲ μὴ δύνασθαί ποτε τὸ ἐναντίον γενέσθαι, ὅπερ τὸ ἐναντίον, ἀλλ' ἅμα τῷ προσελθεῖν τῶν ἐναντίων τὸ ἕτερον τὸ λοιπὸν εὐθὺς ἀπόλλυσθαι· τῷ γὰρ θερμῷ σώματι προσελθούσης τῆς ψύξεως εὐθὺς ἡ θερμότης ἀπόλλυται. ταῦτα Σωκράτους εἰπόντος ἐν Φαίδωνι καί τινος τῶν ἀκροωμένων εἰς ἐναντιολογίαν αὐτὸν περιπεσεῖν οἰηθέντος, εἴπερ ὁ αὐτὸς τά τε ἐναντία φησὶν ἐξ ἀλλήλων γίνεσθαι καὶ πάλιν μὴ δύνασθαι τὸ ἐναντίον γενέσθαι ποτέ, ὅπερ τὸ ἐναντίον, ὁ Σωκράτης πρὸς τὸν ἀπορήσαντά φησιν, ὡς ὀρθῶς μὲν τῶν εἰρημένων μνημονεύσας εἴη, οὐ μὴν τὴν διαφορὰν νενοηκὼς τῶν λόγων· ὅτε μὲν γὰρ ἐλέγομεν, φησίν, τὰ ἐναντία ἐξ ἀλλήλων γίνεσθαι, περὶ τῶν ἐχόντων τὰ ἐναντία ἐλέγομεν, τουτέστιν τοῦ κοινοῦ τῶν ἐναντίων ὑποκειμένου. τὸ γὰρ σῶμα εἰ τύχοι λευκὸν ὂν γίνεται αὖθις μέλαν. λέγεται οὖν τὸ λευκὸν σῶμα μεταβάλλειν εἰς τὸ μέλαν σῶμα, τουτέστιν τὸ μετέχον ἀμφοῖν ἐκ θατέρου εἰς θάτερον μεταβαίνειν. αὗται μέντοι αἱ ἐναντίαι ἰδέαι (ἡ λευκότης λέγω καὶ ἡ μελανία) οὐδέποτε, φησίν, τὴν εἰς ἄλληλα γένεσιν καὶ μεταβολὴν ἀναδέχονται (οὐδέποτε γὰρ ἡ λευκότης μελανία γίνεται), ἀλλ' ἐπειδάν τι τῶν ἐναντίων τῷ ὑποκειμένῳ