Ancient Greek · ~6 min
Page 358
Joannes Philoponus Phil., De aeternitate mundi 358
Not analysed yet
προσέλθῃ, τὸ ἕτερον τὸ προϋπάρχον ἐν αὐτῷ εὐθὺς ἀπόλλυται. ὥστε, φησίν, τὰ μὲν μετέχοντα τῶν ἐναντίων καὶ αὐτὰ ὁμωνύμως ἐναντία λεγόμενα (λέγεται γὰρ λευκὸν καὶ ἡ λευκότης καὶ αὐτὸ τὸ λελευκασμένον σῶμα) ἐξ ἀλλήλων λέγομεν γίνεσθαι, τὰ μέντοι μετεχόμενα (αὐτὰς λέγω τῶν ἐναντίων τὰς ἰδέας, οἷον αὐτὴν τὴν μελανίαν καὶ τὴν λευκότητα) οὐκέτι ἐξ ἀλλήλων φαμὲν γίνεσθαι (τοῦτο γὰρ ἀδύνατον δέδεικται), ἀλλ', εἴπερ ἄρα, μετ' ἄλληλα· μετὰ γὰρ τὴν λευκότητα ἡ μελανία τῷ ὑποκειμένῳ ἐπιγίνεται ἢ ἔμπαλιν, καὶ ἐπὶ πάντων ὡσαύτως. ταῦτα μὲν οὖν ὁ Πλάτων. δῆλον δέ, ὅτι, ὅπερ ἐπὶ τῶν ἐναντίων κατεσκεύασεν, ἀνάγκη πᾶσα καὶ ἐπὶ πάντων ὑλικῶν εἰδῶν συμβαίνειν· ἐπειδὰν γὰρ ὁ οἶνος εἰς αἷμα μεταβληθῇ, εὐθὺς τὸ τοῦ οἴνου εἶδος ἀπόλωλεν· ὁμοίως καί, εἰ ὁ ἄρτος εἰς ὀστοῦν ἢ εἰς σάρκα μεταβάλῃ, οὐκ αὐτὴ ἡ τοῦ ἄρτου ἰδέα σὰρξ γέγονεν, ἀλλ' ἐκείνη μὲν εἰς τὸ μὴ ὂν οἴχεται, ἐν δὲ τῷ ἐκείνης ὑποκειμένῳ τὸ τῆς σαρκὸς ἢ τὸ τοῦ ὀστοῦ εἶδος γεγένηται, καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος. οὐκ ἄρα οὐδέ, εἰ ἐξ ἀλλήλων τὰ πράγματα λέγεται γίνεσθαι, τὰ εἴδη εἰσὶν τὰ τὴν εἰς ἄλληλα μεταβολήν τε καὶ γένεσιν ὑπομένοντα, ἀλλ' αὐτὰ μὲν τὰ εἴδη ὑποχωρεῖ ἀλλήλοις καὶ εἰς τὸ μὴ ὂν ὑπεξίσταται, τὸ μέντοι κοινὸν ὑποκείμενον παρὰ μέρος ἑκάστου τῶν εἰδῶν γίνεται δεκτικόν. ταύτῃ τοι γένεσιν ἄνευ φθορᾶς γενέσθαι ἀδύνατον, ὅτι οὔτε γυμνὸν εἰδῶν τὸ ὑποκείμενον γενέσθαι ἐστὶν δυνατὸν οὔτε μὴν δύο ἅμα εἴδη ἐν ταὐτῷ οἷόν τε εἶναι οὔτε πάλιν εἶδός τι γενέσθαι,