Ancient Greek
Page 359
Joannes Philoponus Phil., De aeternitate mundi 359
Not analysed yet
ὅπερ ἕτερόν τι εἶδος, μὴ φθαρὲν αὐτὸ καὶ ἀπολόμενον ἐνδέχεται. εἰ τοίνυν φθειρομένων τῶν σωμάτων μήτε εἰς ὕλην τὰ ἔνυλα εἴδη ἀναλύεται μήτ' εἰς ἕτερόν τι μεταβαίνῃ ὑποκείμενον μήτε εἰς ἁπλούστερα τὴν ἀνάλυσιν ποιεῖται μήτε εἰς ἰδίαν ἀνατρέχῃ ὁλότητα μήτε εἰς ἕτερον εἶδος μεταβάλλῃ, ἀλλὰ μηδὲ αὐτὰ καθ' αὑτὰ χωριστὴν ἔχοντα σωμάτων τὴν οὐσίαν ὑπομένει ὥσπερ τὰ νοητά (χωριστὰ γάρ ἐστιν σωμάτων καὶ ἐν ὑποκειμένοις αὐτοῖς τὴν ὕπαρξιν ἔχει), οὐδὲ ἐπινοῆσαι δὲ τρόπον ἕτερον παρὰ ταῦτα μεταβολῆς ἐνδέχεται, λείπεται ἄρα εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν πάντα τὰ ἔνυλα εἴδη τῶν σωμάτων φθειρομένων μεθίστασθαι. οὐκοῦν καὶ ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος τὴν γένεσιν εἴληφεν. τούτοις τοῖς λόγοις καὶ τοῖς τοιούτοις παρ' ἡμῶν συνθλιβόμενος καὶ οὐκ ἀκόμψως γε τῇ ἰδίᾳ δόξῃ βοηθεῖν πειρώμενος τοιοῦτόν τινα λόγον διέπλαττεν· ‘τὰ γὰρ ἔνυλα εἴδη’, φησίν, ‘οἷον φέρε τὸ τῆς σαρκὸς εἶδος ἢ τὸ λευκὸν ἢ τὸ σχῆμα καὶ τῶν τοιούτων ἕκαστον ὥσπερ γινόμενον ἐκ τοῦ δυνάμει τοιούτου γίνεται ἐνεργείᾳ τοιοῦτον, οὕτω καὶ φθειρόμενον ἐκ τοῦ ἐνεργείᾳ πάλιν ἐπὶ τὴν οἰκείαν ἀνακάμπτει δύναμιν· ὡς γὰρ τὸ δυνάμει φέρε λευκὸν μεταβαλὸν γίνεται ἐνεργείᾳ λευκόν, οὕτω δὴ καὶ τὸ ἐνεργείᾳ λευκόν, ἐπειδὰν φθαρῇ, γίνεται δυνάμει πάλιν λευκόν, ὥστε φθαρὲν τὸ λευκὸν οὐκ εἰς τὸ πάντῃ μὴ ὂν ἀλλ' εἰς τὸ δυνάμει λευκὸν ἀνέκαμψεν· καὶ ὡς ὁ δυνάμει ἀνδριὰς εἰς τὸν ἐνεργείᾳ