Ancient Greek · ~6 min
Page 360
Joannes Philoponus Phil., De aeternitate mundi 360
Not analysed yet
ἀνδριάντα <μεταβάλλει, οὕτως ὁ ἐνεργείᾳ ἀνδριὰς> χωνευθεὶς ἐπὶ τὸν δυνάμει παλινδρομεῖ ἀνδριάντα πάλιν καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος, εἴπερ, ἐξ οὗ ἡ γένεσις ἑκάστῳ, εἰς τοῦτο καὶ ἡ φθορά. εἰ οὖν ἡ γένεσις μεταβολή ἐστιν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ καὶ πάλιν ἡ φθορὰ μεταβολὴ ἐκ τοῦ ἐνεργείᾳ εἰς τὸ δυνάμει, οὔτε ἄρα ἐκ τοῦ μὴ ὄντος ἡ γένεσις οὔτε εἰς τὸ μὴ ὂν ἡ φθορά’. τὰ μὲν οὖν παρ' ἐκείνου τοιαῦτα. καὶ ἡμεῖς δὲ τοῦ λόγου τούτου τὸ πιθανὸν ἀπελέγχοντες ἀξίωμά τι κοινὸν καὶ ὁμολογούμενον παρὰ πᾶσι προειλήφαμεν, ὅτι ἄλλο τί ἐστιν τὸ δυνάμει τι εἶναι καὶ ἄλλο αὐτὴ ἡ ἐκείνου δύναμις, ὁμοίως καὶ τὸ ἐνεργείᾳ τι εἶναι ἄλλο ἐστὶν καὶ ἕτερον ἡ ἐκείνου ἐνέργεια. τὸ μὲν γὰρ δυνάμει φέρε λευκὸν τὸ ὑποκείμενόν ἐστιν σῶμα τὸ ἐπιτηδείως ἔχον τὴν τοῦ λευκοῦ εἰς ἑαυτὸ ποιότητα καταδέξασθαι, ἡ δὲ τοῦ λευκοῦ δύναμις αὐτὴ ψιλή ἐστιν ἡ ἐπιτηδειότης, ἣν ἔχον τόδε τὸ σῶμα λευκαίνεσθαι πέφυκεν ἑτέρων μηδὲ τὴν δύναμιν τοῦ λευκαίνεσθαι ἐχόντων. ὁμοίως ἐνεργείᾳ μέν ἐστιν λευκὸν σῶμα αὐτὸ τὸ λελευκασμένον σῶμα, οἷον φέρε τὸ λευκανθὲν λίνον, ἐνέργεια δέ ἐστιν λευκοῦ ἤτοι, ὡς Ἀριστοτέλης φησίν, ἐντελέχεια αὐτὴ ἡ τοῦ λευκοῦ ἰδέα ἡ ἐπιγενομένη τῷ σώματι· τὸ γὰρ τῆς τοιαύτης μετειληφὸς ἐνεργείας λέγεται ἐνεργείᾳ λευκὸν κατὰ τὴν δοτικὴν πτῶσιν προφερομένης τῆς λέξεως. τοῦτο καὶ ἐπὶ τῶν λοιπῶν ἁπάντων. ὅταν οὖν τὸ σῶμα τὸ ἐνεργείᾳ λευκὸν ἀποβαλὸν τὸ λευκὸν χρῶμα γένηται δυνάμει λευκόν, αὐτὸ