Ancient Greek · ~6 min
Page 37
Joannes Philoponus Phil., De aeternitate mundi 37
Not analysed yet
ουργεῖν κατ' αὐτούς· τὸ μὲν γὰρ εἶναι τοῖς τοιούτοις λόγοις ἐν τῷ νοήσεις τινὰς αὐτοὺς εἶναι ὑφέστηκεν, παρακολουθεῖ δὲ αὐτοῖς τὸ παραδείγμασιν εἶναι, ὅταν κατ' αὐτοὺς ὁ δημιουργὸς ἐνεργήσῃ. εἰ οὖν μὴ πάντως ἅμα τοῖς δημιουργικοῖς λόγοις ἕπεται καὶ τὰ κατ' αὐτοὺς γινόμενα ἀποτελέσματα, οὐδὲν κωλύει τῶν δημιουργικῶν τοῦ κόσμου λόγων αἰωνίων ὄντων μὴ ἀεὶ εἶναι τὸν κόσμον. ὅτι δὲ οὐκ ἀνάγκη συνυπάρχειν τοῖς λόγοις τὰ πράγματα, ὧν εἰσιν λόγοι, τοὐναντίον δὲ μᾶλλον προϋπάρχειν τῶν πραγμάτων τοὺς λόγους, μάθοις ἂν καὶ ἐντεῦθεν. τὴν τοῦ μέλλοντος ἀκριβῆ πρόγνωσιν εἰδέναι τὸν θεὸν πᾶς ἄν τις ὁμολογήσειεν. καὶ παρ' Ἕλλησι δὲ πολλαχοῦ τῆς γῆς μαντεῖα καθίδρυτο καὶ χρηστήρια τὴν ἀληθῆ τοῦ θεοῦ πρόγνωσιν ὑποκρινομένου τοῦ πονηροῦ δαίμονος. ἀλλὰ δὴ καὶ τῆς ἐκ θεοῦ προνοίας ἀπολαύειν τὰ ὄντα πάντα καὶ μηδὲ τὸ τυχὸν ἐν παροράματι γίνεσθαι κοινὴ πάντων ἐστὶν ἔννοια τῶν ὁπωσοῦν τήν τε τοῦ θεοῦ ἀγαθότητα καὶ τὴν ἄρρητον ἐγνωκότων δύναμιν. αὐτὰ δὲ ταῦτα ἡμῖν καὶ ὁ Πρόκλος συνομολογῶν φαίνεται ἐν τῷ λόγῳ τῷ περὶ τῶν δέκα πρὸς τὴν πρόνοιαν ἀπορημάτων· λέγει γὰρ ἐν ἐκείνῳ ταῦτα ‘τῆς δὴ οὖν προνοίας, ὡς εἴρηται, κατὰ τὸ ἓν καὶ τὸ ἀγαθὸν ἀφωρισμένης καὶ τοῦ ἀγαθοῦ πρὸ τοῦ νοῦ ὄντος (νοῦς γὰρ ὀρέγεται τοῦ ἀγαθοῦ, καὶ γὰρ τὰ ὄντα πάντα, καὶ οὐχὶ τοῦ νοῦ τὸ ἀγαθόν), ἀνάγκη καὶ τὴν προνοητικὴν γνῶσιν ὑπὲρ τὴν νοερὰν εἶναι καὶ οὕτω δὴ πάντα τὴν πρόνοιαν γινώσκειν τῷ ἑνὶ τῷ ἑαυτῆς, καθὸ καὶ ἀγαθύνει πάντα τὰ νοῦντα καὶ τὰ μὴ <νοοῦντα καὶ τὰ