Ancient Greek
Page 361
Joannes Philoponus Phil., De aeternitate mundi 361
Not analysed yet
μὲν τὸ πρότερον ἐνεργείᾳ λευκὸν σῶμα γεγονέναι δυνάμει λευκὸν σῶμα ἀληθὲς εἰπεῖν, αὐτὴν μέντοι τὴν τοῦ λευκοῦ ἐνέργειάν τε καὶ ἰδέαν, ἧς μετέχον τὸ σῶμα ἐνεργείᾳ εἶναι λευκὸν ἐλέγετο, οὐκέτι ἀληθὲς εἰπεῖν, ὅτι φθαρεῖσα εἶτα δυνάμει λευκὸν γέγονεν ἡ αὐτὴ ἡ τοῦ λευκοῦ χρώματος δύναμις· φθαρέντος γὰρ τοῦ λευκοῦ σώματος ἤτοι ἔμεινεν αὐτὴ ἡ τοῦ λευκοῦ ἐνέργεια καὶ τὸ εἶδος ἐν τῷ ὑποκειμένῳ ἢ οὐκ ἔμεινεν. εἰ μὲν οὖν ἔμεινεν ἡ τοῦ λευκοῦ ἐνέργεια ἤγουν τὸ εἶδος ἐν τῷ δυνάμει λευκῷ, ἀνάγκη τὸ αὐτὸ ἅμα καὶ ἐνεργείᾳ εἶναι λευκὸν καὶ δυνάμει, ταὐτὸν δὲ εἰπεῖν καὶ λευκὸν καὶ οὐ λευκόν· τὸ γὰρ δυνάμει λευκὸν οὔπω ἐστὶν λευκὸν οὐ μόνον, ἀλλὰ καὶ τἀναντία ἅμα τὸ αὐτὸ ἔσται· τὸ γὰρ δυνάμει λευκὸν καὶ μὴ ἐνεργείᾳ, κεχρωσμένον δὲ ὅμως, μέλαν εἶναι ἀνάγκη ἤ τι τῶν μεταξύ· εἰ οὖν ἢ ἅμα τὰ ἐναντία εἶναι ἀδύνατον ἢ τὴν ἀντίφασιν συναληθεύειν ὡς τὸ αὐτὸ ἅμα καὶ λευκὸν εἶναι καὶ μὴ λευκὸν ἢ λευκὸν ἅμα καὶ μέλαν, ἀδύνατον ἄρα ἐν τῷ δυνάμει λευκῷ τὴν τοῦ λευκοῦ εἶναι ἰδέαν τε καὶ ἐνέργειαν. εἰ δὲ ἀδύνατον ἐν τῷ δυνάμει λευκῷ τὴν τοῦ λευκοῦ εἶναι ἐνέργειαν, φθαρέντος ἄρα τοῦ λευκοῦ σώματος ἡ ἐν αὐτῷ τοῦ λευκοῦ ἰδέα τε καὶ ἐνέργεια, εἰ μὴ ἀίδιός ἐστιν, εἰς τὸ πάντῃ μὴ ὂν ἐξ ἀνάγκης οἴχεται. ὥστε, κἂν τὸ ὑποκείμενον ἔκ τε τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβάλῃ καὶ πάλιν ἐκ τοῦ ἐνεργείᾳ εἰς τὸ δυνάμει, αὐτὰ γοῦν τὰ ἔνυλα εἴδη φθειρόμενα εἰς τὸ