Ancient Greek · ~6 min
Page 362
Joannes Philoponus Phil., De aeternitate mundi 362
Not analysed yet
πάντῃ μὴ ὂν μεθίσταται καὶ διὰ τοῦτο καὶ ἐκ τοῦ πάντῃ μὴ ὄντος ὑπὸ τοῦ ποιοῦντος αὐτὰ εἰς τὸ εἶναι παράγεται. σκεπτέον δὲ καὶ οὕτως. εἴ τι εἴη λευκὸν σῶμα, εἶτα τῆς λευκότητος τῆς ἐν αὐτῷ φθαρείσης γένηται δυνάμει λευκόν, εἶτα πάλιν τὸ αὐτὸ γένηται ἐνεργείᾳ λευκόν, ἀνάγκη δήπου τὴν ὕστερον γενομένην ἐν αὐτῷ λευκότητα μὴ τὴν αὐτὴν εἶναι τῷ ἀριθμῷ τῇ πρότερον ἐν τῷ αὐτῷ γενομένῃ λευκότητι, εἰ καὶ τῷ εἴδει ἐστὶν ἡ αὐτή, ὡς καὶ Σωκράτης Πλάτωνι εἴδει μὲν ὁ αὐτός, ἀριθμῷ δ' οὐχ <ὁ> αὐτός, καὶ ὡς ἡ κίνησις ἡ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ τῆς σφαίρας ἡ σήμερον φέρε τῇ χθὲς ἡ αὐτὴ μὲν κατ' εἶδος, κατ' ἀριθμὸν δ' οὐχ ἡ αὐτή· τὸ γὰρ ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ σῴζεσθαι δεῖ καὶ μὴ φθείρεσθαι, ἕως ἂν τὸ αὐτὸ μένῃ, ὥσπερ Σωκράτης φέρε ὁ αὐτός ἐστιν τῷ ἀριθμῷ, ἕως ἂν μένῃ καὶ σῴζηται. εἰ τοίνυν ἡ μὲν προτέρα λευκότης ἔφθαρται, αὖθις δὲ ἐν τῷ αὐτῷ ἑτέρα λευκότης γέγονε, δηλονότι διάφορός ἐστιν κατ' ἀριθμὸν ἡ ὑστέρα τῇ προτέρᾳ. ἐπεὶ οὖν τοῦτο ὡμολόγηται καὶ ἔστιν ἀδύνατον τὴν πρὶν ἐν τῷδε τῷ σώματι λευκότητα τὴν αὐτὴν εἶναι κατ' ἀριθμὸν τῇ ὕστερον ἐν τῷ αὐτῷ γενομένῃ λευκότητι, ἀδύνατον ἄρα τὴν πρὶν φθαρεῖσαν λευκότητα ἔτι αὖθις κατ' ἀριθμὸν τὴν αὐτὴν γενέσθαι, εἰ καὶ τῷ εἴδει ἡ αὐτή. εἰ δὲ ἀδύνατον τὴν φθαρεῖσαν λευκότητα ἔτι τὴν αὐτὴν κατ' ἀριθμὸν γενέσθαι, οὐδὲ δυνάμει ἄρα ἡ φθαρεῖσα ἄτομος λευκότης ἔτι ἐστὶν ἡ αὐτὴ κατ' ἀριθμὸν ἐν τῷ ὑποκειμένῳ σώματι, εἴ γε