Ancient Greek · ~5 min
Page 38
Joannes Philoponus Phil., De aeternitate mundi 38
Not analysed yet
ζῶντα καὶ τὰ μὴ> ζῶντα καὶ τὰ ὄντα καὶ τὰ μὴ ὄντα πᾶσιν ἐπιβάλλουσα τὸ ἓν ἐμφάσει τοῦ ἑαυτῆς ἑνός’· καὶ μετ' ὀλίγα ‘συλλήβδην οὖν λέγοντες πάντων παρακτικὸν ἐκεῖνο τὸ ἓν πάντων σωστικὸν εἶναί φαμεν, πάσης οὐσίας ὕπαρξιν ἔχον ἀληθεστέραν καὶ πάσης γνώσεως τρανεστέραν, οὐ μεριζόμενον τοῖς γνωστοῖς οὐδὲ κινούμενον περὶ αὐτά· τούτων μὲν γὰρ ἡ ψυχικὴ καὶ νοερὰ γνῶσις ἔχει τὰς ἰδιότητας· καὶ γὰρ νοῦς πᾶς εἷς πολὺς καὶ τῷ εἶναι καὶ τῷ νοεῖν καὶ ψυχὴ πᾶσα κίνησις οὖσα καὶ νοεῖ μετὰ κινήσεως. ἐκεῖνο δὲ ἐν τῷ ἑνὶ μένον ἀμετάβατον ἅμα καὶ ἀδιαίρετον καὶ γινώσκει πάντα τὸν αὐτὸν τρόπον, καὶ οὐκ ἄνθρωπον μόνον καὶ ἥλιον καὶ πᾶν ὁτιοῦν τοιοῦτον ἀλλὰ καὶ ἕκαστον τῶν καθ' ἕκαστον· οὐδὲν γὰρ ἐκφεύγει τὸ ἓν ἐκεῖνο, κἂν τῷ εἶναι λέγῃς κἂν τῷ γινώσκεσθαι’· καὶ μετ' ὀλίγα ‘οὕτως καὶ ἡ τῆς προνοίας ἑνιαία γνῶσις ἐν τῷ αὐτῷ ἀμερεῖ πάντων ἐστὶν τῶν μεριζομένων γνῶσις, καὶ τῶν ἀτομωτάτων ἑκάστου καὶ τῶν ὁλικωτάτων, καὶ ὡς ὑπέστησεν ἕκαστον κατὰ τὸ ἕν, οὕτως καὶ γινώσκει ἕκαστον κατὰ τὸ ἕν’. ὅτι μὲν οὖν τὸ πρῶτον πάντων αἴτιον, ὅπερ ἐστὶν πᾶσιν ὀρεκτόν—τοῦτο δέ ἐστιν τὸ ἀγαθόν τε καὶ ἕν, τούτῳ γὰρ μόνῳ τὸ πρῶτον χαρακτηρίζουσιν, εἴπερ ὅλως δέοι τι καταφάσκειν ἐκείνου—, καὶ αὐτὰ τῶν ὄντων τὰ ἀτομώτατα παράγει τε καὶ γινώσκει καὶ ἐπὶ πάντα τὴν αὐτοῦ διατείνει