Ancient Greek
Page 39
Joannes Philoponus Phil., De aeternitate mundi 39
Not analysed yet
πρόνοιαν, σαφῶς ἠκούσαμεν τοῦ Πρόκλου λέγοντος. καὶ ὁ φιλόσοφος δὲ Πλωτῖνος ἐν τῷ περὶ νοητῶν ἢ περὶ ἀγαθοῦ τὰ παραπλήσια περὶ τῆς δημιουργικῆς τε καὶ προνοητικῆς τοῦ θεοῦ δυνάμεως ἀπεφήνατο οὕτως λέγων ‘οὐ μὴν ἀλλ' εἰ δεῖ ἑκάστην ἐνέργειαν μὴ ἀτελῆ εἶναι μηδὲ θέμις τοῦ θεοῦ ἄλλο τι νομίζειν ἢ ὅλον τε καὶ πᾶν, δεῖ ἐν ὁτῳοῦν τῶν αὐτοῦ πάντα ἐνυπάρχειν. δεῖ τοίνυν καὶ τοῦ ἀεὶ εἶναι, δεῖ τοίνυν καὶ τοῦ μέλλοντος ἤδη παρόντος εἶναι. οὐ δὴ ὕστερόν τι ἐν ἐκείνῳ, ἀλλὰ τὸ ἤδη ἐκεῖ παρὸν ὕστερον ἐν ἄλλῳ γίνεται. εἰ οὖν ἤδη πάρεστιν τὸ μέλλον, ἀνάγκη οὕτως παρεῖναι ὡς προνενοημένον εἰς τὸ ὕστερον, τοῦτο δέ ἐστιν ὡς μηδὲν δεῖσθαι μηδενὸς τότε, τοῦτο δέ ἐστιν μηδὲν ἐλλείψοντος. πάντα ἄρα ἤδη ἦν καὶ ἀεὶ ἦν καὶ οὕτως ἦν ὡς εἰπεῖν ὕστερον τόδε διὰ τόδε· ἐκτεινόμενον μὲν γὰρ καὶ οἷον ἁπλούμενον ἔχει δεικνύναι τόδε μετὰ τόδε, ὁμοῦ δὲ ὂν πᾶν ἓν τόδε, τοῦτο δέ ἐστιν ἔχον ἐν ἑαυτῷ καὶ τὴν αἰτίαν.’ καὶ ὁ Πλωτῖνος ἄρα οὐ μόνον τὰ ὄντα ἀλλὰ καὶ τὰ μέλλοντα ἤδη τῇ προγνώσει παρεῖναι τῷ θεῷ φησιν· ὃ γὰρ ἐν τοῖς γινομένοις ὕστερον ὑφίσταται, τοῦτο ἐν ἐκείνῳ φησὶν παρεῖναι ἀεί. εἶτα καὶ τὸν τρόπον προσέθηκεν, πῶς τὸ μέλλον θεῷ πάρεστιν, ὅτι τῷ νοεῖν καὶ τὰ μήπω ὄντα· ‘ἀνάγκη’ γάρ, φησίν, ‘οὕτως παρεῖναι ὡς προνενοημένον εἰς τὸ ὕστερον’. εἰ οὖν πάντα τῷ θεῷ τῇ προγνώσει καὶ τὰ μήπω ὄντα ὡς ὄντα πάρεστιν, οἶδεν δήπου, καθ' ὃν τρόπον ἕκαστον τῶν ἐσομένων καὶ