Ancient Greek · ~6 min
Page 40
Joannes Philoponus Phil., De aeternitate mundi 40
Not analysed yet
καθ' οὓς λόγους γενήσεται καὶ γενόμενον τίσι λόγοις καθ' ἑκάστην βίου αἵρεσιν τὰ παρὰ τῆς ἀπαραλογίστου προνοίας ἕξει ἑπόμενα· ‘πάντα’ γάρ, φησὶν ὁ Πλωτῖνος, ‘ἤδη ἦν καὶ ἀεὶ ἦν’· τὸ γὰρ ‘ἤδη’ δηλοῖ τὸ πρὶν γενέσθαι παρεῖναι θεῷ τὰ ὕστερον ἐσόμενα. καὶ ἵνα μὴ τὸ ἤδη ἀρχῆς τινος εἶναι σημαντικὸν νομίσοι τις, ἐπήγαγεν ‘καὶ ἀεὶ ἦν’. ‘καὶ οὕτως’, φησίν, ‘ἦν, ὡς εἰπεῖν ὕστερον τόδε διὰ τόδε’, τουτέστιν ὧν τὰς αἰτίας ἡμεῖς τῆς γενέσεως μετὰ τὴν ὕπαρξιν νοοῦμεν, ὅτι τυχὸν διὰ τὴν τοῦ λόγου ἐνέργειαν μόνον τῶν ἐνταῦθα ζῴων χερσὶ χρῆται ὁ ἄνθρωπος, ὄργανα τῷ λόγῳ τοῦ δημιουργοῦ τὰς χεῖρας πεποιηκότος· τοῦτο οὖν ἡμεῖς μετὰ τὴν ὕπαρξιν ἔγνωμεν, ὅτι τόδε διὰ τόδε, τοῦτο ἀεὶ ἐν τῇ γνώσει τοῦ θεοῦ προϋφέστηκεν. καὶ οὐ μόνον ἐφ' ὅλων εἰδῶν ἀλλὰ καὶ ἐπὶ τῶν καθ' ἕκαστον ἰδίᾳ συμβαινόντων ὁ αὐτὸς λόγος· ἐξηγούμενος γοῦν ἑαυτὸν ἐπήγαγεν ‘ἐκτεινόμενον γάρ’, φησίν, ‘καὶ οἷον ἁπλούμενον ἔχει δεικνύναι τόδε μετὰ τόδε’, τουτέστιν εἰς γένεσιν ἀγόμενον, ὅτι τυχὸν μετὰ τὴν τῶν στοιχείων κρᾶσιν ἡ σύμπηξίς τε καὶ ἀλλοίωσις γίνεται, εἶτα ἡ διάπλασις, εἶτα ἡ ψύχωσις, καὶ ἐπὶ πάντων ὡσαύτως. ‘ὁμοῦ δὲ ὄν’, φησίν, ‘πᾶν <ἓν> τόδε, τοῦτο δέ ἐστιν ἔχον ἐν αὑτῷ τὴν αἰτίαν’. ‘ὁμοῦ’ δέ φησιν ἀντὶ τοῦ ἐν τῇ τοῦ θεοῦ προγνώσει· ἀμερῶς γὰρ ἐν ἐκείνῃ πάντων οἱ λόγοι πάρεισιν. ταῦτα μὲν οὖν περὶ τῆς προγνωστικῆς τε καὶ προνοητικῆς τοῦ