Ancient Greek · ~6 min
Page 392
Joannes Philoponus Phil., De aeternitate mundi 392
Not analysed yet
τόπῳ ἐκ τοῦ οἰκείου καὶ κατὰ φύσιν ποτὲ εἰς ἐκεῖνον μεταβεβληκέναι. ὥστε οὐ μόνον ἐνδέχεται ἀλλὰ καὶ ἀναγκαῖόν ἐστιν οὔσης τῆς ἐκ τοῦ ἀλλοτρίου εἰς τὸν οἰκεῖον τόπον μεταβολῆς πολλῷ πρότερον καὶ τὴν ἐκ τοῦ οἰκείου εἰς τὸν ἀλλότριον εἶναι. καὶ ἐκ τοῦ λόγου ἄρα καὶ ἐκ τῆς ἐπαγωγῆς ἀποδέδεικται, ὅτι ἀνάγκη ἐστὶν μεταβλητῶν ὄντων φύσει τῶν στοιχείων τὴν ἐκ τοῦ κατὰ φύσιν αὐτὰ τόπου ἐπὶ τὸν παρὰ φύσιν ποιεῖσθαι μεταβολήν. ὥστε οὐ παρὰ τὸ μένειν τι ἐν τῷ οἰκείῳ τόπῳ διὰ τοῦτο καὶ τὸ μηδέποτε αὐτὸ τοῦ οἰκείου τόπου ἐξίστασθαι συγχωρήσομεν. εἰ μὲν οὖν τὰ ἐν τοῖς κατὰ φύσιν μένοντα τόποις ἀμετάβλητα εἶναι λέγων ὁ φιλόσοφος κατὰ τόπον εἶναί φησιν ἀμετάβλητα ὡς μηδέποτε ἐκ τοῦ οἰκείου εἰς τὸν ἀλλότριον ἐξίστασθαι, οὕτως τὸν λόγον ἐλέγξομεν. εἰ δὲ κατά τι ἄλλο μεταβολῆς εἶδος ἀμετάβλητα εἶναί φησιν τὰ ἐν τῷ κατὰ φύσιν τόπῳ μένοντα, καὶ οὕτως πρόδηλον εἴη τὸ ψεῦδος καὶ ψευδὴς ἡ ὑπόθεσις· τὸ γὰρ ὕδωρ ἐν τῇ οἰκείᾳ μένον ὁλότητι καὶ ἀλλοιοῦται θερμαινόμενον ἢ ψυχόμενον καὶ ἄλλας ποιοτήτων ἰδέας δεχόμενον, ἀλλὰ δὴ καὶ φθείρεται ἐξατμιζόμενον καὶ εἰς ἀέρα μεταβάλλον, καὶ ἐν τῇ οἰκείᾳ δὲ σηπόμενον ὁλότητι μυρίας ἀπογεννᾷ ζῴων ἰδέας. ὁμοίως καὶ ὁ ἀὴρ τὸν κατὰ φύσιν ἐπέχων τόπον οὐ μόνον ἀλλοιοῦται θερμαινόμενος ἢ ψυχόμενος, ἀλλὰ καὶ φθαρεὶς εἰς ὕδωρ μὲν τῇ πυκνώσει, τῇ δὲ μανώσει εἰς πῦρ μεθίσταται, πολλὰς δὲ καὶ σηπόμενος ἀερίων ζῴων ἀποτελεῖ ἰδέας. τί δ' ἄν τις περὶ τῆς γῆς εἴποι,