Ancient Greek · ~6 min
Page 393
Joannes Philoponus Phil., De aeternitate mundi 393
Not analysed yet
ἥτις ἐν τῷ οἰκείῳ μένουσα τόπῳ πάσης μὲν ἀλλοιώσεως εἶδος δέχεται, εἰς μυρίας δὲ φυτῶν καὶ μετάλλων ἰδέας μεθίσταται; ἀλλὰ δὴ καὶ αἱ καπνώδεις ἀπ' αὐτῆς ἀναθυμιάσεις γινόμεναι τῆς κατ' εἶδος μεταβολῆς αὐτῆς ἀπόδειξιν ἔχουσιν. καὶ οἱ κεραυνῖται δὲ λεγόμενοι λίθοι ἄνωθεν κάτω καταφερόμενοι τῆς ἐν τῷ κατὰ φύσιν τόπῳ τοῦ πυρὸς μεταβολῆς εἰσιν τεκμήρια. καὶ τὰ σύνθετα δὲ ἐκ τῶν δʹ στοιχείων καὶ ἐν ὕδασιν ἢ ἐν γῇ διαιτώμενα σώματα (λέγω δὴ ζῷά τε καὶ φυτά) καὶ τὰ ὑπὸ γῆν ἅπαντα συνιστάμενα μέταλλα καὶ ὅσα γεννᾶται ἐν ὕδασιν ἐν τῇ οἰκείᾳ ὁλότητι μένοντα (λέγω δὴ τῇ γῇ ἢ τῷ ὕδατι· ταῦτα γὰρ ἐν τούτοις πλεονάζει τὰ στοιχεῖα) ὅλα καθ' ὅλα αὐτὰ ἀλλοιούμενα φαίνεται αὐξόμενά τε καὶ φθίνοντα γινόμενά τε καὶ φθειρόμενα. καθόλου ἄρα ψεῦδός ἐστιν τὸ ἐν τῷ κατὰ φύσιν μένοντα τόπῳ τὰ στοιχεῖα ἀμετάβλητα εἶναι· τοὐναντίον γὰρ καὶ ἐν τοῖς οἰκείοις μένοντα τόποις πᾶν εἶδος μεταβολῆς μεταβάλλοντα δέδεικται. ‘ἀλλὰ τὰ μὲν τῶν στοιχείων μέρη’, φησίν, ‘ἐνδέχεται καὶ ἐν τοῖς κατὰ φύσιν μένοντα τόποις μεταβάλλειν, αὐτὰς δὲ τὰς τῶν στοιχείων ὁλότητας, ἕως ἂν ἐν τῷ κατὰ φύσιν μένωσιν τόπῳ, ἀδύνατόν ἐστιν μεταβάλλειν· οὐδεμίαν γὰρ μεταβολὴν ὅλα καθ' ὅλα αὐτὰ τὰ στοιχεῖα φαίνεται ὑπομένοντα’. ἀλλ' ὁ τοῦτο λέγων οὐδὲν ἕτερον ἢ τὸ ἐξ ἀρχῆς αἰτεῖται καὶ τὸ ζητούμενον συγχωρηθῆναι αὑτῷ ἀξιοῖ. ζητοῦμεν γὰρ νῦν, εἰ τὸ πᾶν ἐστιν ἀμετάβλητόν τε καὶ ἀίδιον· ἀμετάβλητον δ' ἂν εἴη μηδὲν τῶν στοι-