Ancient Greek · ~6 min
Page 399
Joannes Philoponus Phil., De aeternitate mundi 399
Not analysed yet
οὐδὲ λήξει· καὶ γὰρ εἰ τὴν τεχνητὴν σφαῖραν οἷον τὴν Ἀράτου κινουμένην τις νοήσειε καὶ μάλιστα μὴ ἑωρακώς, πότε τοῦ κινεῖσθαι ἤρξατο, οὔτε ἀρχὴν ἂν τῆς κινήσεως αὐτῆς εἰπεῖν ἔχει οὔτε τέλος, καὶ οὐ δήπου διὰ τοῦτο ἄναρχός ἐστιν ἡ κίνησις αὐτῆς καὶ ἀτελεύτητος. τί οὖν θαυμαστὸν καὶ ἐπὶ τῶν οὐρανίων καὶ πάντων τῶν κύκλῳ κινουμένων μὴ εἶναι μὲν λαβεῖν, ὅθεν ἤρξαντο τοῦ κινεῖσθαι (οἷον εἰ τύχοι ὅτι ἀπὸ κριοῦ ἢ ἀπὸ ἄλλου τινός), διὰ τὸ ὡς εἶπον πανταχόθεν ἀλλήλοις ἐπισυνῆφθαι τὰ μέρη καὶ διὰ τοῦτο μηδὲν εἶναι τὸ πρώτως ἀρχόμενον τῆς κινήσεως ἀλλ' ἅμα πάντα καὶ ἄρχεσθαι καὶ παύεσθαι, εἶναι μέντοι τινὰ χρόνου ἀρχήν, ἀφ' οὗ τοῦ κινεῖσθαι ἤρξατο; εἰ γὰρ μὴ εἴη τὸ πᾶν ἀγένητον, ἀρχὴν τῆς τοῦ οὐρανοῦ συστάσεως λαβούσης ἀρχὴν δηλονότι καὶ ἡ τούτου κίνησις ἕξει· ὥστε καί, εἰ φθαρήσεται, ἅμα τῇ τοῦ οὐρανοῦ φθορᾷ καὶ τὴν κίνησιν παύσασθαι ἀνάγκη. οὐδεμία μέντοι ἀνάγκη φαίνεται τὸ τὴν κύκλῳ κίνησιν δι' αὐτὸ τὸ κύκλῳ μήτε ἄρξασθαί ποτε τοῦ εἶναι μήτε παύσεσθαι. εἰ δὲ ταῖς Ἀριστοτέλους ἐπιχειρήσεσιν ἐπερειδόμενοι ἄναρχον εἶναί φασιν καὶ ἀτελεύτητον τὴν κύκλῳ κίνησιν, ὀψόμεθα, εἴ τις ἐκείνων τῶν λόγων ἔχει τὸ ἀναγκαῖον, ἐκεῖσε θεοῦ διδόντος γινόμενοι· οὐδεμία γὰρ νῦν ἐκεῖνα γυμνάζειν ἀνάγκη μηδὲν τοιοῦτον ἐν τοῖς ἰδίοις λόγοις τοῦ φιλοσόφου προτείναντος. ζητήσωμεν δὲ καί, εἴ τινές εἰσιν λόγοι, δι' ὧν ὡς οὐχ οἷόν τε ἀίδιον εἶναι τὴν κύκλῳ κίνησιν δείξομεν. νῦν δὲ τοσοῦτον μόνον