Ancient Greek · ~5 min
Page 400
Joannes Philoponus Phil., De aeternitate mundi 400
Not analysed yet
πρὸς τὰς ἐπιχειρήσεις ἐνστῆναι τοῦ Πρόκλου προθέμενοι μόνα τὰ πρὸς ἀνασκευὴν τῶν αὐτοῦ λόγων ὡς ἡμῖν ἦν δυνατὸν παρεθήκαμεν. ζʹ. Μέχρι μὲν οὖν τούτων τὰ τὴν ἀλήθειαν ἐν τῷ δεκάτῳ τῶν ἐπιχειρημάτων ὀχλοῦντα τῇ πιθανότητι διηλέγξαμεν. Πλάτωνος δὲ ἐκ τοῦ πλημμελῶς καὶ ἀτάκτως κινουμένου τὸ τεταγμένον γεγονέναι λέγοντος καὶ οἱονεὶ μόνης τῆς τοῦ κόσμου τάξεως αἴτιον εἶναι τὸν θεὸν ὑποτιθεμένου ἐν τοῖς ἑξῆς ὁ Πρόκλος τὴν ὑπόθεσιν ταύτην ὡς ἀδύνατον οὖσαν ἐλέγχειν πειρᾶται. ὅθεν παρίημι τὴν τῶν εἰρημένων ἐξέτασιν μηδὲν τῆς ἀληθείας ἐξ αὐτῶν παραβλαπτομένης· ἐκ γὰρ τοῦ μηδαμῶς ὄντος γεγονέναι τὸν κόσμον ὁ ἀληθὴς ὑποτίθεται λόγος. εἰ οὖν καὶ δόξει τινὶ λόγου ἔχεσθαι τὰ παρὰ τοῦ Πρόκλου λεγόμενα, οὐδὲν ἕτερον ἢ τὴν Πλάτωνος ἀπελέγχει ὑπόθεσιν. καὶ δηλονότι οὐκ, ἐπειδὴ ἄτοπος ἡ ὑπόθεσις, διὰ τοῦτο μηδὲ εἰρῆσθαι αὐτὴν τῷ Πλάτωνι συναχθήσεται· τί γὰρ κωλύει τῷ αὐτῷ τρόπῳ καὶ πᾶσαν τῶν παλαιῶν ὑπόθεσιν ἄτοπον ἐκ τοῦ μὴ τῇ ἀληθείᾳ συμβαίνειν τὸ μηδὲ εἰρῆσθαι τοῖς παλαιοῖς ἀναπλάττεσθαι; συμβήσεται δὲ οὕτω μηδένα πώποτε ψεύσασθαι, ἐλεγχομένου μὲν τοῦ ψεύδους, συλλογιζομένου δὲ τοῦ ἐλέγχοντος, ὡς, ἐπείπερ ἐστὶν ψεῦδος, οὐδ' ὅλως αὐτὸ ἐδόξαζεν ὑποθέμενος. τὰ μὲν οὖν ἄλλα τῶν ἐφεξῆς παρίημι, ἐκεῖνο δὲ μόνον οὐκ ἄτοπον ἴσως ἐπισκέψασθαι. ηʹ. Εἰ γὰρ πρὸ τῆς τοῦ κόσμου γενέσεως, φησίν,