Ancient Greek · ~5 min
Page 41
Joannes Philoponus Phil., De aeternitate mundi 41
Not analysed yet
θεοῦ δυνάμεως ἔκ τε τῶν κοινῶν ἐννοιῶν καὶ ἐκ τῶν μνημονευθέντων ἀποδέδεικται φιλοσόφων. ἀλλὰ δὴ καὶ ἡ περὶ τῆς εἱμαρμένης ὅπως ἂν ἔχοι ὑπόληψις (διάφοροι γὰρ αἱ περὶ ταύτης δόξαι) πάσας τῶν μελλόντων γίνεσθαι συνειλημμένως τὰς αἰτίας ὑφ' ἕνα τὸν τῆς καταρχῆς χρόνον ἔχουσα προσημαίνειν ταῦτα ἢ καὶ ἀποτελεῖν παισὶν Ἑλλήνων πεπίστευται. τούτων οὖν ἡμῖν προωμολογημένων ἀνάγκη πᾶσα καθ' ἑκατέραν δόξαν, τήν τε περὶ τῆς προνοίας φημὶ καὶ τὴν περὶ τῆς εἱμαρμένης, τῶν μελλόντων ἔσεσθαι προεγνῶσθαί τε καὶ προϋπάρχειν τοὺς λόγους. τούτου δὲ οὕτως ἔχοντος παντὶ δῆλον, ὡς οὐκ ἀνάγκη τοῖς τῶν γινομένων δημιουργικοῖς λόγοις τε καὶ αἰτίαις συνυπάρχειν τὰ πράγματα, τοὐναντίον δὲ πάντων τῶν γινομένων προϋπάρχειν τοὺς λόγους ἐκ τῶν δεδειγμένων ἀνάγκη. ὥστε, εἰ καὶ αἱ τῶν ὄντων ἰδέαι καὶ τὰ παραδείγματα νοήσεις τινὲς εἶεν τοῦ δημιουργοῦ καὶ λόγοι, καθ' οὓς τὸν κόσμον παρήγαγεν, οὐκ ἀνάγκη πάντως συνυπάρχειν ἐξ ἀιδίου ἅμα τῇ γνώσει τοῦ θεοῦ τῇ περὶ τοῦ κόσμου αὐτὸν τὸν κόσμον. οὐδὲ Πλάτωνα ἄρα λόγος οὐδεὶς ἀναγκάσει διὰ τὸ αἰώνιον εἶναι λέγειν τὸ τοῦ κόσμου παράδειγμα καὶ τὸν κόσμον ἀεὶ εἶναι ὑποτίθεσθαι· δέδεικται γάρ, ὡς οὐκ ἐν τούτῳ ἐστὶν ταῖς ἰδέαις τὸ εἶναι ἐν τῷ παραδείγμασιν εἶναι. Τέλος λύσεως βʹ λόγου.