Ancient Greek · ~6 min
Page 401
Joannes Philoponus Phil., De aeternitate mundi 401
Not analysed yet
ἐν ἀλλοτρίοις τόποις τὰ στοιχεῖα ὑπῆρχεν, εἰ μὲν ὄντων αὐτοῖς τῶν κατὰ φύσιν τόπων ἄλλων, τίς ὁ μεταθεὶς αὐτὰ ἐν τοῖς ἀλλοτρίοις; οὐ γὰρ ἑαυτοῖς ἦν αἴτια σώματα ὄντα τῆς μεταθέσεως· ὥστε δύο ἀρχαί, φησίν, ἡ μὲν τοῦ κατὰ φύσιν, ἡ δὲ τοῦ παρὰ φύσιν. οὐκοῦν, ἐπειδὴ καὶ νῦν τινα ἐκ τῶν κατὰ φύσιν ἐπὶ τοὺς παρὰ φύσιν τόπους μεταβάλλει, ὡς ὅταν τὸ πῦρ κάτω γένηται ἢ τὸ ὕδωρ ἄνω, καὶ οὐκ ἔστιν ἑαυτοῖς τῆς μεταθέσεως αἴτια σώματα ὄντα, καὶ νῦν δύο ἀρχὰς ὑποτίθεσθαι ἀνάγκη, μίαν μὲν τὴν ἐπὶ τὸ παρὰ φύσιν μεθιστῶσαν τὰ σώματα, ἑτέραν δὲ τῆς τε κατὰ φύσιν θέσεως αὐτοῖς αἰτίαν καὶ τῆς ἐκ τοῦ παρὰ φύσιν ἐπὶ τὸ κατὰ φύσιν ἐπανόδου τοῖς τοῦ κατὰ φύσιν ἐκπεπτωκόσιν. οὐδὲν οὖν ἀναγκαῖον ὁ λόγος οὗτος ἔχειν μοι φαίνεται. ὡς γὰρ καὶ ἐν ἑτέροις (σὺν θεῷ δὲ εἰπεῖν) δείξομεν, τὰ δεκτικὰ τοῦ κατὰ φύσιν τε καὶ παρὰ φύσιν οὐχ ὑπὸ ἀντικειμένων δυνάμεων ἐπὶ τὰ ἀντικείμενα φέρεται, ἀλλ' ἐπὶ τὸ κατὰ φύσιν μὲν ὑπὸ τῆς φυσικῆς τε καὶ σωστικῆς τῶν πραγμάτων δυνάμεως, ἐπὶ δὲ τὸ παρὰ φύσιν τῇ στερήσει ταύτης ἀπολισθάνει· ἡ δὲ στέρησις διὰ τὸ πεπερασμένον τῆς δυνάμεως συμβαίνει τοῖς πράγμασιν· ἐπεὶ καὶ ὁ ἡνίοχος καὶ ὁ κυβερνήτης καὶ τῆς σωτηρίας καὶ τῆς ἀπωλείας τῶν ὑποκειμένων ἐστὶν αἴτιος, ὁ μὲν τοῦ ἅρματος, ὁ δὲ τῆς νεώς, ἀλλὰ τῆς μὲν σωτηρίας καθ' αὑτό, τῆς δὲ ἀπωλείας κατὰ συμβεβηκός· τῆς γὰρ δυνάμεως τῶν τεχνιτῶν ἐξασθενούσης διὰ τὸ πεπεράνθαι συμβαίνει λοιπὸν τοῦ σῴζοντος