Ancient Greek · ~6 min
Page 402
Joannes Philoponus Phil., De aeternitate mundi 402
Not analysed yet
μὴ παρόντος εἰς τὸ ἀντικείμενον τὴν φθορὰν μεθίστασθαι τὰ ὑπὸ τῆς δυνάμεως σῳζόμενα πρότερον. τούτοις ἐφεξῆς κατασκευάσας ὁ Πρόκλος, ὅτι πρότερόν ἐστιν τὸ κατὰ φύσιν τοῦ παρὰ φύσιν, ἐπιφέρει ταῦτα ‘ὥστε, εἰ καὶ ἦσαν τόποι κατὰ φύσιν, τούτων ἐν ἐκείνοις μὴ γενομένων ἄδηλον, εἰ καὶ κατὰ φύσιν πρεσβυτέρων ὄντων τὸν ἄπειρον χρόνον’. τὰ μαχόμενα συνέπλεξεν ὁ Πρόκλος· ἀνωτέρω γὰρ εἰπὼν ‘εἰ μὲν ὄντων αὐτοῖς τῶν κατὰ φύσιν ἄλλων, τίς ὁ μεταθεὶς αὐτὰ ἐν τοῖς ἀλλοτρίοις;’ καὶ τούτῳ ὡς ἑπόμενον ἄτοπον ἐπαγαγὼν τὸ ἑτέραν εἶναι ἀρχὴν τὴν μεταθεῖσαν ἐν τοῖς ἀλλοτρίοις ἐνταῦθά φησιν ὅτι ‘εἰ καὶ ἦσαν τόποι κατὰ φύσιν, τούτων ἐν ἐκείνοις μὴ γενομένων ἄδηλον, εἰ καὶ κατὰ φύσιν πρεσβυτέρων ὄντων τὸν ἄπειρον χρόνον’. εἰ οὖν τὸν ἄπειρον χρόνον ἐν τοῖς παρὰ φύσιν ἦσαν τόποις καὶ οὐδέποτε ἐν τοῖς κατὰ φύσιν ἐγένοντο, οὐ μετετέθησαν δηλονότι ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν· ὥστε οὐδὲ αἰτίαν ἔσχον τῆς μεταθέσεως. πῶς οὖν φησιν ἑτέραν ἀρχὴν εἶναι δεῖν τῆς ἐκ τοῦ κατὰ φύσιν ἐπὶ τὸ παρὰ φύσιν αὐτῶν μεταθέσεως τῶν μηδ' ὅλως μετατεθέντων; εἰ δὲ πάλιν διὰ τὸ ἐν τῷ παρὰ φύσιν εἶναι ἀνάγκην εἶναι οἴεται ὁ φιλόσοφος αἰτίαν ἄλλην τινὰ εἶναι τῆς ἐπὶ τὸ παρὰ φύσιν αὐτῶν μεταθέσεως, δηλονότι ἐκ τοῦ κατὰ φύσιν τόπου ἐπὶ τὸν παρὰ φύσιν. εἰ δὲ μετετέθησαν ἐν τοῖς παρὰ φύσιν τόποις, ἦσαν δηλονότι πρότερον ἐν τοῖς κατὰ φύσιν πρὶν μετατεθῆναι. οὐκοῦν οὐ τὸν ἄπειρον χρόνον ἐν τοῖς παρὰ