Ancient Greek · ~5 min
Page 403
Joannes Philoponus Phil., De aeternitate mundi 403
Not analysed yet
φύσιν ἦσαν. ὥστε οὐκ ἄδηλον, εἰ κατὰ φύσιν αὐτοῖς ἐκεῖνοι ἦσαν οἱ τόποι, ἐξ ὧν ἐπὶ τοὺς παρὰ φύσιν μετέβαλον· ἡ γὰρ εἰς τὸ παρὰ φύσιν μεταβολὴ ἐκ τοῦ κατὰ φύσιν πάντως γίνεται, ὡς ἀρτίως ἐδείξαμεν. οὐκοῦν τῶν δύο ἀτόπων τὸ ἕτερον μόνον, εἴπερ ἄρα, ἀνάγκη ἕπεσθαι καὶ οὐκ ἄμφω, ὡς συνήγαγεν ὁ φιλόσοφος· ἢ γὰρ ἐν τοῖς παρὰ φύσιν ὄντα τόποις τὰ στοιχεῖα τὸν ἄπειρον χρόνον ἄδηλον, εἰ καὶ εἶχεν κατὰ φύσιν ἑτέρους τόπους, καὶ οὐκέτι δύο ἀρχαί, ἤ, εἴπερ δύο ἀρχαί, ἡ μὲν τοῦ κατὰ φύσιν, ἡ δὲ τοῦ παρὰ φύσιν, οὐκ ἄδηλον, εἰ ἦσαν αὐτοῖς ἕτεροι κατὰ φύσιν τόποι. Τέλος λύσεως τοῦ δεκάτου λόγου. Πρόκλου διαδόχου λόγος ἑνδέκατος. "Ἑνδέκατος· τὴν ὕλην ἕνεκα τοῦ παντὸς εἶναί φησιν· ὑποδοχὴν γὰρ εἶναι γενέσεως. τὸ δέ, οὗ ἕνεκα τῇ ὕλῃ τὸ εἶναι, οὐκ ἄλλο τί ἐστιν ἢ γένεσις. εἰ μὲν οὖν ἐκ μηδενὸς ἡ ὕλη, κατὰ τύχην ἕνεκά του ἂν εἴη καὶ τὸ γενόμενον ὕλην ἔχει κατὰ τύχην. οὐδὲν δὲ τῶν κατὰ τύχην ἀναγκαῖόν ἐστιν· ὥστε οὐδὲ τὴν δημιουργίαν ἔχειν τὸ βέβαιον φήσομεν. εἰ δὲ ἔκ τινος αἰτίας ἕνεκά του καὶ ἡ ὕλη τῆς γενέσεως, ἀνάγκη μετ' ἀλλήλων εἶναι ταῦτα, τὴν ὕλην καὶ τὴν γένεσιν. καὶ γὰρ τὸ ἕνεκά του καὶ τὸ οὗ