Ancient Greek · ~6 min
Page 404
Joannes Philoponus Phil., De aeternitate mundi 404
Not analysed yet
ἕνεκα μετ' ἀλλήλων πρὸς ἄλληλα ὄντα. εἰ οὖν ἀίδιον ἡ ὕλη καὶ καθὸ ὕλη ἕνεκά του, καὶ ἡ γένεσις ἀίδιος· καὶ γὰρ καὶ ταύτην οὗ ἕνεκα, καθότι γένεσίς ἐστιν, ἀνάγκη εἶναι. σύνεστιν ἄρα ἀλλήλοις τὸν ἀεὶ χρόνον ἥ τε ὕλη καὶ ἡ γένεσις, ὡς τὸ οὗ ἕνεκα καὶ τὸ ἕνεκά του· τινὸς γάρ ἐστιν ἡ ὕλη τοῦ ἐπ' αὐτῆς εἴδους· καὶ γὰρ ἡ τὶς ὕλη τότε ὕλη ἐστίν, ὅταν ᾖ καὶ τὸ εἶδος· διὸ καὶ εὐεργὸν ποιοῦσιν οἱ τεχνῖται τὴν μήπω οὖσαν ὕλην καί, καθόσον προκόπτουσιν εἰς τὸ ποιεῖν ὕλην, κατὰ τοσοῦτον παραγίνεται τὸ εἶδος· οὐ γὰρ οἱ λίθοι τοῦ εἴδους τῆς οἰκίας ὕλη, πρὶν ξεσθῶσιν εἰ τύχοι καὶ ἁρμοσθῶσιν, ἀλλ' ὅταν ταῦτα προσλάβωσιν· ὅταν ἄρα ὡς ἀληθῶς ὕλη γένωνται, τότε πάρεστιν ἀχρόνως ἤδη τὸ εἶδος. εἰ οὖν καὶ ἡ ἁπλῶς ὕλη πάντως ἐστὶν ὕλη πάσης γενέσεως καὶ ἔστιν δυνάμει πάντα καὶ οὐδὲν αὐτῇ δεῖ πρὸς τὸ ὕλῃ εἶναι καθάπερ τῇ τινί (τὸ γὰρ ἁπλῶς πανταχοῦ τοιοῦτο καὶ πρώτως οὐδενὸς εἰς τὸ εἶναι ὅ ἐστιν δεόμενον), ἅμα ἐστὶν καὶ τὰ εἴδη πάντα ἐν αὐτῇ· μηδενὸς γὰρ δεομένη πρὸς τὸ εἶναι ὕλη οὐδενὸς δεῖται πρὸς τὸ εἴδη ἔχειν· ὥστ', ἀφ' οὗ ἔστιν, ἔχει τὰ εἴδη, ὧν ὕλη ἐστίν. ἀγένητος δέ ἐστιν καὶ ἄφθαρτος, ἵνα μὴ ὕλης ἄλλης δέηται ὕλη οὖσα ἁπλῶς. ἔστιν ἄρα καὶ τὰ εἴδη ἐν αὐτῇ ἐξ ἀιδίου καὶ ὁ κόσμος· ὕλη γὰρ ἦν κόσμου καὶ οὐκ ἀκοσμίας καὶ ἦν ἕνεκα κόσμου καὶ οὐκ ἀκοσμίας· καὶ γὰρ ἡ τὶς ὕλη οὐ τῆς στερήσεώς ἐστιν ἀλλὰ τοῦ εἴδους ἕνεκα· ὥστ', ἀφ' οὗ ὕλη κόσμου, καὶ κόσμος ἔστιν."