Ancient Greek · ~5 min
Page 405
Joannes Philoponus Phil., De aeternitate mundi 405
Not analysed yet
Κεφάλαια τῆς λύσεως τοῦ ιαʹ λόγου. αʹ. Πῶς μὲν οἱ ἀπὸ Πυθαγόρου καὶ Πλάτωνος, πῶς δὲ οἱ ἀπὸ τῆς Στοᾶς περὶ τῆς ὕλης ἐδόξαζον. ἐν ᾧ, ὅτι οὐδέποτε γυμνὴ τῶν εἰδῶν ἐστιν ἡ ὕλη. βʹ. Τίσι λόγοις κατασκευάζουσιν, ὅτι τέ ἐστιν μία καὶ ἡ αὐτὴ πᾶσιν τοῖς φυσικοῖς ὑποκειμένη ὕλη καὶ ὅτι ἀνείδεός ἐστιν αὕτη καὶ ἀμετάβλητος. γʹ. Ὅτι, δι' ὧν δείκνυται λόγων, ὅτι ἔστιν τις μία κοινὴ πάντων ὕλη, δι' αὐτῶν τούτων ἀποδείκνυται, ὅτι οὐκ ἔστιν ἡ θρυλουμένη ἀσώματος καὶ ἀνείδεος ὕλη, ἀλλὰ τὸ ἄποιον σῶμα τοῦτό ἐστιν τὸ ἔσχατον ὑποκείμενον καὶ ἡ πρώτη ὕλη. δʹ. Εἰς τοὐναντίον συνηγορία, ὅτι τὸ ἄποιον σῶμα οὐκ ἔστιν ἀμετάβλητον, ᾗ τοιοῦτόν ἐστιν, διὰ τὸ ἐκ μικροῦ μέγα γίνεσθαι καὶ ἐκ μεγάλου μικρόν, καὶ ἔλεγχος ταύτης, ὅτι οὐχ, ᾗ σῶμά ἐστιν, μεταβάλλει ἀλλὰ κατὰ ποσότητα. ἐν ᾧ, ὅτι οὐ ταὐτόν ἐστιν μέγα τι εἶναι λέγειν ἢ μικρὸν καὶ τριχῇ διαστατὸν εἶναι ἢ ὅλως σῶμα. εʹ. Ὅτι ἀδύνατον στοιχεῖα εἶναι τῶν σωμάτων τὰ συμβεβηκότα, ὥστε ἐξ αὐτῶν καὶ τῆς ὕλης εἶναι τὰ σύνθετα σώματα. ϛʹ. Ὅτι οὔτε πᾶσα ποιότης οὔτε ποσότης συμβεβηκός ἐστιν, ἀλλ' ἔστιν οὐσιῶδες ποσὸν καὶ ποιόν. καὶ ὅτι τὸ ἐν τοῖς σώμασιν αὐθυπόστατον καὶ ἡ ἁπλῶς οὐσία τὸ ἀόριστόν ἐστιν τριχῇ διαστατὸν ἔσχατον ὂν πάντων ὑποκείμενον.