Ancient Greek · ~5 min
Page 406
Joannes Philoponus Phil., De aeternitate mundi 406
Not analysed yet
ζʹ. Ὅτι οὐδὲν κωλύει ὑποκείμενον εἶναι ἤτοι ὕλην τὸ τριχῇ διαστατόν, κἂν μὴ ἀνείδεον ὑπάρχῃ. καὶ ὅτι οὐδὲν τῶν ὄντων πάντῃ εἶναι ἀνείδεον ἐνδέχεται οὐδὲ αὐτὴν ἣν ὑποτίθενται ὕλην ἀσώματον, εἴπερ ὅλως τῶν ὄντων ἦν. καὶ ὅτι ἁπλούστατόν ἐστιν τὸ τριχῇ διαστατόν. ηʹ. Ἐπιχειρήματα πλείονα, ὅτι τῶν ἀδυνάτων ἐστὶν εἶναι τὴν μυθευομένην ἀσώματόν τε καὶ ἀνείδεον ὕλην. καὶ ὅτι, δι' ὧν ἀνασκευάζεται λόγων ἡ ἀσώματος ὕλη, διὰ τῶν αὐτῶν δείκνυται πρῶτον εἶναι ὑποκείμενον καὶ ὕλη τὸ τριχῇ διαστατόν. ἐν ᾧ, πῶς τε ἀόριστον εἶναι λέγεται καθ' αὑτὸ τὸ τριχῇ διαστατὸν καὶ κατὰ τί μέν ἐστιν ἀμετάβλητον, κατὰ τί δὲ οὐκ ἀμετάβλητον. θʹ. Ἔκθεσις τῆς ἐφόδου τοῦ προκειμένου ἑνδεκάτου ἐπιχειρήματος. καὶ τίσι μὲν τῶν ἐν τῷ προβλήματι συγχωρουμένων οὐδὲν τὴν ἀλήθειαν παραβλάπτουσιν, τίνα δὲ ἐλέγξαι προὐθέμεθα. ιʹ. Ἐπιχειρήματα πλείονα, ὅτι ἀδύνατον τὴν ὕλην, εἴπερ γίνοιτο, ἐξ ὕλης γίνεσθαι, εἴτε τὴν τινὰ ὕλην τις εἴτε τὴν ἁπλῶς βούλοιτο. αιʹ. Ὅτι, κἂν πάντα τὰ γινόμενα ὕλης δεῖται, ἵνα γένηται, δι' αὐτὸ δὴ τοῦτο μάλιστα πᾶσά ἐστιν ἀνάγκη, εἴπερ ἡ ὕλη γίνοιτο, μὴ δεῖσθαι αὐτὴν ὕλης, ἵνα γένηται. βιʹ. Ὅτι οὐκ, ἐπειδὴ ἐν τῇ τῶν μερικῶν γενέσει