Ancient Greek · ~5 min
Page 407
Joannes Philoponus Phil., De aeternitate mundi 407
Not analysed yet
καὶ φθορᾷ ἀμετάβλητον μένει τὸ ὑποκείμενον καὶ ἡ ὕλη, ἤδη διὰ τοῦτο ἀνάγκη καὶ ἁπλῶς ἀγένητον αὐτὴν εἶναι καὶ ἄφθαρτον. γιʹ. Ὅτι οὔτε ἀίδιον εἶναι τὴν ὕλην καὶ ἄναρχον οὐδαμοῦ λέγει ὁ Πλάτων οὔτε, εἰ τοῦτο ἔλεγεν, εὔλογον ἦν διὰ τοῦτο καὶ τὴν περὶ τοῦ ἀίδιον εἶναι τὸν κόσμον αὐτῷ περιτιθέναι ὑπόληψιν. διʹ. Ὅτι καὶ ἐν ἄλλοις ἐναργῶς τὰ μαχόμενα ὑπέθετο Πλάτων, ὧν ἐστιν τὸ καὶ τὴν γῆν ἀμετάβλητον εἶναι λέγειν καὶ τὰ σύνθετα σώματα ἐκ τῶν δʹ συγκεῖσθαι στοιχείων· ταῦτα γὰρ συναληθεύειν ἀδύνατον. ειʹ. Ὅτι οὐ τὸν κόσμον ἀίδιον εἶναι κατὰ Πλάτωνα διὰ τὴν ὕλην ἀνάγκη, ἀλλὰ τοὐναντίον καὶ τὴν ὕλην διὰ τὸν κόσμον ἀρχὴν ἔχειν τοῦ εἶναι. Λύσις τοῦ ἑνδεκάτου λόγου. αʹ. Ἐπειδὴ τὸν περὶ τῆς ὕλης ἐνταῦθα κεκίνηκεν ἡμῖν ὁ φιλόσοφος λόγον καὶ ἐκ ταύτης ἀίδιον εἶναι τὸν κόσμον κατασκευάζειν ἐπιχειρῶν, εὔλογον ἡγοῦμαι πρὸ τῆς τοῦ προκειμένου ἐπιχειρήματος ἐξετάσεως μικρόν τι παρεκβάντας διασκοπῆσαι, τίς ποτέ ἐστιν ἡ κοινῶς ἅπασι τοῖς φυσικοῖς ὑποκειμένη ὕλη, ὅπερ καὶ ἔμπροσθεν ποιήσειν ἐν τῷ προκειμένῳ κεφαλαίῳ γινόμενος ἐπηγγειλάμην. Πλάτων μὲν οὖν καὶ τῶν παλαιῶν οἱ διαφανέστατοι μάλιστα ἀσώματον εἶναι τὴν ὕλην καὶ ἀνείδεον ἀπεφήναντο· πολλοὶ δὲ αὐτὴν καὶ ἀίδιον εἶναι ὑπέθεντο γενέσεως ἁπάσης καὶ φθορᾶς