Ancient Greek · ~4 min
Page 42
Joannes Philoponus Phil., De aeternitate mundi 42
Not analysed yet
Πρόκλου διαδόχου λόγος τρίτος. "Τρίτος· εἰ ὁ δημιουργὸς τινός ἐστιν δημιουργός, ἤτοι κατ' ἐνέργειαν ἔσται δημιουργὸς ἀεὶ ἢ δυνάμει ποτὲ μὴ ἀεὶ δημιουργῶν. εἰ μὲν οὖν κατ' ἐνέργειαν ὁ δημιουργὸς ἀεὶ δημιουργός, καὶ τὸ δημιουργούμενον ἀεὶ κατ' ἐνέργειαν ἔσται δημιουργούμενον· ὅταν γάρ, φησὶν Ἀριστοτέλης, τὸ αἴτιον ᾖ κατ' ἐνέργειαν, ἔσται καὶ τὸ αἰτιατὸν ὡσαύτως κατ' ἐνέργειαν, εἰ τὸ οἰκοδομοῦν, τὸ οἰκοδομούμενον, εἰ τὸ ὑγιάζον, τὸ ὑγιαζόμενον· καὶ Πλάτων ἐν Φιλήβῳ, ὅτι τὸ ποιοῦν γιγνομένου τινός ἐστιν ποιοῦν, ἀλλ' οὐ γενητοῦ τὸ ποιοῦν οὐδὲ γιγνομένου <τὸ> ποιητικόν. εἰ δὲ τὸ δημιουργούμενον μὴ κατ' ἐνέργειαν, οὐδὲ τὸ δημιουργοῦν ἔσται κατ' ἐνέργειαν. εἰ δὲ μὴ κατ' ἐνέργειαν, δυνάμει ἔσται δημιουργικὸν πρὸ τοῦ δημιουργεῖν ὄν. πᾶν δὲ τὸ δυνάμει τι ὄν, φησὶν ὁ αὐτός, ἀπὸ τοῦ ἐνεργείᾳ ὄντος, ὅ ἐστιν τοῦτο δυνάμει, γίγνεται κατ' ἐνέργειαν, τὸ δυνάμει θερμὸν ἀπὸ τοῦ ἐνεργείᾳ θερμοῦ καὶ τὸ ψυχρὸν καὶ τὸ λευκὸν καὶ τὸ μέλαν. ἔσται ἄρα καὶ ὁ δημιουργὸς <ἐνεργείᾳ δημιουργὸς> δυνάμει πρότερον ὤν, ἄλλου τινὸς <ὄντος> ἐνεργείᾳ δημιουργοῦ καὶ τοῦ-